Ancient Greek
ΒΙΩΝ ΚΑΙ ΓΝΩΜΩΝ ΤΩΝ ΕΝ ΦΙΛΟΣΟΦΙΑΙ ΕΥΔΟΚΙΜΗΣΑΝΤΩΝ ΤΩΝ ΕΙΣ ΔΕΚΑ ΤΟ ΠΡΩΤΟΝ, Κεφ. δ′. ΠΙΤΤΑΚΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 80
Not analysed yet
ξεῖνος Ἀταρνείτης τις ἀνήρετο Πιττακὸν οὕτω τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρραδίου· ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ· ἡ δʼ ἑτέρη προβέβηκε. τί λώϊον; εἰ δʼ ἄγε σύν μοι βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω. εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας, ἤνιδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος. οἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ. κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστη πλησίον· οἱ δʼ ἔλεγον· τὴν κατὰ σαυτὸν ἔλα. ταῦτʼ ἀΐων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκου δράξασθαι, παίδων κληδόνα συνθέμενος. τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην. οὕτω καὶ σύ, Δίων, τὴν κατὰ σαυτὸν ἔλα.