Ancient Greek
Ε, Κεφ. ε′. ΔΗΜΗΤΡΙΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 80-4
Not analysed yet
Πλήθει δὲ βιβλίων καὶ ἀριθμῷ στίχων σχεδὸν ἅπαντας παρελήλακε τοὺς κατʼ αὐτὸν περιπατητικούς, εὐπαίδευτος ὢν καὶ πολύπειρος παρʼ ὁντινοῦν· ὧν ἐστι τὰ μὲν ἱστορικά, τὰ δὲ πολιτικά, τὰ δὲ περὶ ποιητῶν, τὰ δὲ ῥητορικά, δημηγοριῶν τε καὶ πρεσβειῶν, ἀλλὰ μὴν καὶ λόγων Αἰσωπείων συναγωγαὶ καὶ ἄλλα πλείω. ἔστι δὲ τὰ Περὶ τῆς Ἀθήνησι νομοθεσίας α′ β′ γ′ δ′ ε′. Περὶ τῶν Ἀθήνησι πολιτειῶν α′ β′. Περὶ δημαγωγίας α′ β′. Περὶ πολιτικῶν α′ β′. Περὶ νόμων α′. Περὶ ῥητορικῆς α′ β′. Στρατηγικῶν α′ β′.