Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 81-6
Not analysed yet
τέταρτος δέ ἐστιν ἀναπόδεικτος ὁ διὰ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ τὸ ἀντικείμενον τοῦ λοιποῦ ἔχων συμπέρασμα, οἷον ἤτοι τὸ πρῶτον ἢ τὸ δεύτερον· ἀλλὰ μὴν τὸ πρῶτον· οὐκ ἄρα τὸ δεύτερον. πέμπτος δέ ἐστιν ἀναπόδεικτος ἐν ᾧ πᾶς λόγος συντάσσεται ἐκ διεζευγμένου καὶ ἑνὸς τῶν ἐν τῷ διεζευγμένῳ ἀντικειμένων καὶ ἐπιφέρει τὸ λοιπόν, οἷον ἤτοι ἡμέρα ἐστὶν ἢ νύξ ἐστιν· οὐχὶ δὲ νύξ ἐστιν· ἡμέρα ἄρα ἐστίν. Ἐπʼ ἀληθεῖδʼ ἀληθὲς ἕπεται κατὰ τοὺς Στωικούς, ὡς τῷ ἡμέρα ἐστὶ τὸ φῶς ἐστι· καὶ ψεύδει ψεῦδος, ὡς τῷ νύξ ἐστι ψεύδει τὸ σκότος ἐστί· καὶ ψεύδει ἀληθές, ὡς τῷ ἵπτασθαι τὴν γῆν τὸ εἶναι τὴν γῆν. ἀληθεῖ μέντοι ψεῦδος οὐκ ἀκολουθεῖ· τῷ γὰρ εἶναι τὴν γῆν τὸ πέτεσθαι τὴν γῆν οὐκ ἀκολουθεῖ.