Ancient Greek
Β, Κεφ. η′. ΑΡΙΣΤΙΠΠΟΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 86-2
Not analysed yet
ἔχει δὲ οὕτως· Ἀριστίππου διήκουσεν ἡ θυγάτηρ Ἀρήτη καὶ Αἰθίοψ Πτολεμαεὺς καὶ Ἀντίπατρος Κυρηναῖος· Ἀρήτης δὲ Ἀρίστιππος ὁ μητροδίδακτος ἐπικληθείς, οὗ Θεόδωρος ὁ ἄθεος, εἶτα θεός· Ἀντιπάτρου δʼ Ἐπιτιμίδης Κυρηναῖος, οὗ Παραιβάτης, οὗ Ἡγησίας ὁ πεισιθάνατος καὶ Ἀννίκερις [ὁ Πλάτωνα λυτρωσάμενος]. Οἱ μὲν οὖν ἐπὶ τῆς ἀγωγῆς τῆς Ἀριστίππου μείναντες καὶ Κυρηναϊκοὶ προσαγορευθέντες δόξαις ἐχρῶντο τοιαύταις· δύο πάθη ὑφίσταντο, πόνον καὶ ἡδονήν, τὴν μὲν λείαν κίνησιν, τὴν ἡδονήν, τὸν δὲ πόνον τραχεῖαν κίνησιν.