Ancient Greek
Ε, Κεφ. σ′. ΗΡΑΚΛΕΙΔΗΣ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 93-4
Not analysed yet
αἰσθόμενος δʼ ὁ Διονύσιος ἐμήνυσεν αὐτῷ τὸ γεγονός· τοῦ δʼ ἀρνουμένου καὶ ἀπιστοῦντος ἐπέστειλεν ἰδεῖν τὴν παραστιχίδα· καὶ εἶχε Πάγκαλος. οὗτος δʼ ἦν ἐρώμενος Διονυσίου· ὡς δʼ ἔτι ἀπιστῶν ἔλεγε κατὰ τὴν τύχην ἐνδέχεσθαι οὕτως ἔχειν, πάλιν ἀντεπέστειλεν ὁ Διονύσιος ὅτι καὶ ταῦτα εὑρήσεις· Α. γέρων πίθηκος οὐχ ἁλίσκεται πάγῃ· Β. ἁλίσκεται μέν, μετὰ χρόνον δʼ ἁλίσκεται. καὶ πρὸς τούτοις· Ἡρακλείδης γράμματα οὐκ ἐπίσταται οὐδʼ ᾐσχύνθη. Γεγόνασι δʼ Ἡρακλεῖδαι τεσσαρεσκαίδεκα· πρῶτος αὐτὸς οὗτος· δεύτερος πολίτης αὐτοῦ, πυρρίχας