Ancient Greek
ΙΣΤΟΡΙΩΝ Ζ, Κεφ. α′. ΖΗΝΩΝ
Diogenes Laertius, Βίοι καὶ γνῶμαι τῶν ἐν φιλοσοφίᾳ εὐδοκιμησάντων 94-6
Not analysed yet
Ἀγαθὸν δὲ κοινῶς μὲν τὸ 〈οὗ〉 τι ὄφελος, ἰδίως δʼ ἤτοι ταὐτὸν ἢ οὐχ ἕτερον ὠφελείας. ὅθεν αὐτήν τε τὴν ἀρετὴν καὶ τὸ μετέχον αὐτῆς ἀγαθὸν τριχῶς οὕτω λέγεσθαι· οἷον τὸ 〈μὲν〉 ἀγαθὸν ἀφʼ οὗ συμβαίνει 〈ὠφελεῖσθαι, τὸ δὲ καθʼ ὃ συμβαίνει〉, ὡς τὴν πρᾶξιν τὴν κατʼ ἀρετήν· ὑφʼ οὗ δέ, ὡς τὸν σπουδαῖον τὸν μετέχοντα τῆς ἀρετῆς. Ἄλλως δʼ οὕτως ἰδίως ὁρίζονται τὸ ἀγαθόν, τὸ τέλειον κατὰ φύσιν λογικοῦ ὡς λογικοῦ. τοιοῦτον δʼ εἶναι τὴν ἀρετήν, ὥς τε μετέχοντα τάς τε πράξεις τὰς κατʼ ἀρετὴν καὶ τοὺς σπουδαίους εἶναι· ἐπιγεννήματα δὲ τήν τε χαρὰν καὶ τὴν εὐφροσύνην καὶ τὰ παραπλήσια.