Ancient Greek
ιθ′. Ἀναξιλάῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 1-18
Not analysed yet
Πυθαγόρας ἑαυτὸν ἔλεγεν Εὔφορβον γεγενῆσθαι τὸν Πάνθου, ἐγὼ δὲ νέον ἐμαυτὸν ἐπέγνων Ἀγαμέμνονα· σκῆπτρόν τε γάρ ἐστί μου τὸ βάκτρον καὶ χλαμὺς ὁ διπλοῦς τρίβων, ἡ δὲ πήρα παρὰ δέρματος ἀλλαγὴν ἀσπίς. εἰ δὲ μὴ καρηκομόω, **νέος ἦν ὁ Ἀγαμέμνων, γέρων δ’ ἂν γενόμενος ἐψιλοκόρρησε. τοιαῦτα γὰρ ἄξιον καὶ φρονεῖν καὶ λέγειν πρὸς τὸν αὐτὸς ἔφα λέγοντα.