Ancient Greek
λ′. Ἱκέτῃ.
Diogenes Sinopensis Epistulae, Epistulae 1-28
Not analysed yet
Ἧκον, ὦ πάτερ, Ἀθήναζε, καὶ πυθόμενος τὸν Σωκράτους ἑταῖρον εὐδαιμονίαν διδάσκειν, εἰσῆλθον παρ’ αὐτόν. ὃ δὲ ἐτύγχανε τότε σχολάζων περὶ ταῖν ὁδοῖν ταῖν φερούσαιν **,ἔλεγε δὲ αὐτὰς εἶναι δύο καὶ οὐ πολλάς, καὶ τὴν μὲν σύντομον, τὴν δὲ πολλήν· ἐξεῖναι οὖν ἑκάστῳ ὁποτέραν βούλοιτο βαδίζειν. κἀγὼ ταῦτα ἀκούσας τότε μὲν κατεσίγησα, τῇ δὲ ἑξῆς, ἐπειδὴ πάλιν εἰσιόντων ἡμῶν παρ’ αὐτὸν περὶ ταῖν ὁδοῖν παρεκάλεσα αὐτὸν ἐπιδεῖξαι ἡμῖν, καὶ ὃς μάλ’ ἑτοίμως ἀπαναστὰς τῶν θάκων ἦγεν ἡμᾶς εἰς ἄστυ καὶ δι’ αὐτοῦ εὐθὺς εἰς τὴν ἀκρόπολιν.