Ancient Greek
λζ′. Μονίμῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 1-35
Not analysed yet
Ἀπαναστάντος σου τῆς Ἐφέσου ἔπλευσα καὶ αὐτὸς εἰς Ῥόδον, σπουδάζων τὸν τῶν Ἁλίων ἀγῶνα θεάσασθαι. ἀποβὰς δὲ τῆς νεὼς ἀνέβαινον εἰς ἄστυ καὶ παρὰ Λακύδην τὸν ξένον· ὃ δὲ τυχὸν ἴσως, ἐπεὶ ἔγνω με καταπλεύσαντα, τὴν ἀγορὰν ἐξέκλινεν. ἐγὼ δὲ ἐπεὶ περιελθὼν τὴν πόλιν οὐδαμῆ αὐτῷ ἐνέτυχον, ἔγνων δὲ πυθόμενος ὡς εἴη κατὰ ἄστυ, ἐπὶ τὴν τῶν θεῶν ξενίαν ἄσμενος ἱκόμην καὶ παρὰ τούτοις ἐσκήνωσα. ἡμέρᾳ δὲ τρίτῃ σχεδὸν ἢ τετάρτῃ ἐντυχών μοι κατὰ τὴν ὁδὸν τὴν ὡς ἐπὶ τὸ στρατόπεδον φέρουσαν προσηγόρευσε καὶ ἐπὶ τὴν ξενίαν παρεκάλει ἔρχεσθαι.