Ancient Greek
λη′.......
Diogenes Sinopensis Epistulae, Epistulae 1-36
Not analysed yet
Σὺ μέν, ἐπεὶ οἱ ἀγῶνες ἀνεβλήθησαν, καταλιπὼν ᾤχου τὴν Ὀλυμπίαν, ἐγὼ δὲ διὰ τὸ ἐκτόπως εἶναι φιλοθεάμων κατέμεινα τὴν ἄλλην θεώμενος πανήγυριν. διέτριβον δὲ ἐν τῇ ἀγορᾷ, ἵνα ὁ ἄλλος ὅμιλος, καὶ περιιὼν ἄνω κάτω προσέσχον ὁτὲ μὲν τοῖς πωλοῦσιν, ὁτὲ δὲ τοῖς ῥαψῳδοῦσιν ἢ φιλοσοφοῦσιν ἢ μαντευομένοις. καί ποτε διεξιόντος τινὸς περὶ ἡλίου φύσεως καὶ δυνάμεως καὶ πάντας ἀναπείθοντος παρελθὼν εἰς τὸ μέσον ποσταῖος, ἔφην φιλόσοφε, ἀπὸ τοὐρανοῦ καταβέβηκας; ὃ δέ μοι οὐκ εἶχεν ἀποκρίνασθαι. οἳ δὲ καταλιπόντες αὐτὸν οἱ περιεστῶτες ᾤχοντο ἀπιόντες, ὃ δέ γε καταλειφθεὶς μόνος τὰς εἰόνας τοῦ οὐρανοῦ συνετίθει εἰς τὸ κιβώτιον.