Ancient Greek
λθ′. Μονίμῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 1-37
Not analysed yet
Μελέτω σοι καὶ τῆς μετοικίας τῆς ἐντεῦθεν, μελήσει δέ, εἰ μελετήσειας ἀποθνήσκειν, τοῦτ’ ἔστι χωρίζειν τὴν ψυχὴν ἔτι ζῶν ἀπὸ τοῦ σώματος. τοῦτο γὰρ δοκῶ μοι καὶ οἱ περὶ Σωκράτη θάνατον ἐκάλουν, καὶ γάρ ἐστιν ἡ μελέτη ἐν τῷ ῥᾴστῳ. φιλοσόφει δὲ καὶ διασκέπτου, τί πρὸς σὲ οὐχ οὕτως καὶ τί κατὰ φύσιν καὶ τί κατὰ νόμον· ἐν τούτῳ γὰρ μόνῳ χωρίζεται ψυχὴ ἀπὸ σώματος, ἐν δὲ τοῖς ἄλλοις οὐδαμῶς, ἀλλὰ καὶ ὅταν βλέπη καὶ ὅταν ἀκούῃ καὶ ὅταν ὀσφραίνηται καὶ ὅταν γεύηται, σύνεστιν ὥσπερ μιᾶς αὐτῷ κορυφῆς ἐξημμένη. γίγνεται γοῦν, ὅταν μὴ μελετήσωμεν ἀποθνήσκειν, χαλεπὴν τελευτὴν ἀναμένειν· ἡ γὰρ ψυχὴ ὥς τινων παιδικῶν ἀπολειπομένη συμφοράζει καὶ μετὰ ἀχθηδόνος πολλῆς ἀπολύεται· ὅταν δὲ καὶ φιλοσόφων ψυχαῖς ἐντύχῃ, τότε καὶ ἐν τῇ ὁδῷ πολλὰ κάμνει.