Ancient Greek
μ′. Διογένης ὁ κύων Ἀλεξάνδρῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 1-38
Not analysed yet
Ἐμεμψάμην καὶ Διονυσίῳ καὶ Περδίκκα, λέγω δὲ καὶ σοὶ ὅτι δοκεῖτε τὸ ἄρχεν εἶναι μάχεσθαι τοῖς ἀνθρώποις. τὸ δὲ πλεῖστον διαφέρει· τὸ μὲν γὰρ ἀφροσύνη ἐστί, τὸ δ’ ἐπίστασθαι τοῖς ἀνθρώποις χρῆσθαι καὶ ἕνεκά τι τοῦ βελτίστου πράττειν. σκόπει οὖν ἀνθ’ ὧν νῦν ἐγχειρεῖς οὐδὲν εἰδὼς ποιεῖν ἐπιτρέψαι τινὶ σαυτὸν ἀνθρώπῳ, ὅστις σε ὥσπερ ἰατρὸς νοσοῦντα ἐκθεραπεύσας ἀπαλλάξει τῆς νῦν πολλῆς καὶ κακῆς δόξης. σὺ γὰρ ὅπως μέν τινα κακὸν ἀπεργάσῃ ζητεῖς, εὖ δ’ ἂν οὐδὲ βουλόμενος ἔχοις οὐδένα ποιῆσαι.