Ancient Greek
λβ′. Ἀριστίππῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 2-10
Not analysed yet
(2) κἀγὼ οὐχ ὑπομνήσω σε πόσου ἄξιόν ἐστι πενία μάλιστα Ἀθήνησιν, οὐδὲ ἀπολογήσομαι περὶ αὐτῆς (οὐ γὰρ εἰς σὲ κἀγὼ ἀνατίθεμαι τὸ ἐμαυτοῦ ἀγαθόν, ὥσπερ καὶ σὺ εἰς ἑτέρους· ἀπόχρη οὖν μοι μόνῳ ἐπίστασθαι ὑπὲρ αὐτοῦ ),ὑπομνήσω δέ σέ ποτε περὶ Διονυσίου καὶ τῶν μακαρίων αὐτοῦ συνουσιῶν, αἵ σε εὐφραίνουσιν, ὁπότε ἐσθίων καὶ πίνων τὰ πολυτελῆ δεῖπνα καὶ ἃ μήποτε ἡμῖν παρείη ἀνθρώπους ἑκάστοτε τοὺς μὲν μαστιγουμένους, τοὺς δὲ ἀνασκολοπιζομένους, τοὺς δὲ εἰς τὰς λατομίας ἀπαγομένους βλέπεις, καὶ τῶν μὲν γυναῖκας ἀφαιρουμένας εἰς ὕβριν τῶν δὲ παῖδας, καὶ πλέονας τῶν δούλων, οὐχ ἑνὸς μόνον οὐδ’ αὐτοῦ τοῦ τυράννου, ἀλλὰ πολλῶν καὶ ἀνοσίων, καὶ πίνοντα πρὸς ἀνάγκην καὶ μένοντα καὶ πορευόμενον καὶ ἀποδρᾶ ναι μὴ δυνάμενον διὰ τὰς χρυσᾶς πέδας.