Ancient Greek
λε′. Σωπόλιδι.
Diogenes Sinopensis Epistulae, Epistulae 2-13
Not analysed yet
(2) ἀποθέμενος οὖν καὶ αὐτὸς τὸν τρίβωνα καὶ τὴν στλεγγίδα ἐκλύσας παρελθὼν ἠλειψάμην, καὶ οὐ διαγίγνεται χρόνος συχνὸς καὶ κατὰ τὸ ἐπιχώριον εὐθέως παρελθών τις εἷς τῶν νέων, σφόδρα ἀστεῖος τὴν ὄψιν, ἀγένειος, προσαναδίδωσί μοι τὴν χεῖρα, διαπειρώμενος εἰ ἐπίσταμαι τὰ παλαιστρικά. κἀγὼ ἕως μέν τινος προσεποιούμην ὑπὸ αἰδοῦς μὴ εἰδέναι· ὡς δὲ ἐπηπείλησε καταναλίσκειν με, ἠρξάμην συνανατρίβεσθαι αὐτῷ νομίμως. εἶτα ὁ γνώμων μοί πως ἀνίσταται (τὸ γὰρ ἕτερον ὄνομα δέδια διὰ τοὺς πολλοὺς εἰπεῖν ),καὶ ὧδε μὲν τὸ μειράκιον ὑπ’ αἰδοῦς ταλιπόν με ἄπεισιν, ἐγὼ δὲ ἑστὼς ἐτριβόμην πρὸς ἐμαυτόν.