Ancient Greek
κη′.
Diogenes Sinopensis Epistulae, Epistulae 2-6
Not analysed yet
(2) οὐδὲν γὰρ διακρίνετε ὑγιεῖ λόγῳ, ἀλλ’ εἰς εἰκότα καὶ πιθανὰ καὶ ἔνδοξα κατολισθάνοντες πάντα μὲν αἰτιᾶσθε, οὐδὲν δὲ οἴδατε, οὔθ’ οἱ πρόγονοι ὑμῶν οὔθ’ ὑμεῖς, ἀλλὰ ὑπὸ ἀγνοίας καὶ ἀφροσύνης καταμωκώμενοι στρεβλοῦσθε, καλῶς ποιοῦντες. μισεῖ δ’ ὑμᾶς οὐ μόνον ὁ κύων, ἀλλὰ καὶ ἡ φύσις αὐτή· μικρὰ μὲν γὰρ εὐφραίνεσθε, πολλὰ δὲ λυπεῖσθε καὶ πρὸ τοῦ γῆμαι καὶ γήμαντες, ὅτι γε ἐγήματε ὄντες ἐξώλεις καὶ δυσάρεστοι. ὅσους δὲ καὶ οἵους ἄνδρας ἀπεκτείνατε, τοὺς μὲν ἐν πολέμῳ πλεονέκται ὄντες, τοὺς δὲ ἐν τῇ καλουμένῃ εἰρήνῃ αἰτίαν ἐπενεγκόντες.