Ancient Greek
λα′. Φαινύλῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 2-9
Not analysed yet
(2) καὶ ὃς ἀπεκρίνατο ἐπὶ τῷ νενικηκέναι παγκράτιον τοὺς ἐν Ὀλυμπίᾳ πάντας. ὦ τοῦ θαύματος ἔφην, καὶ τὸν Δία καὶ τὸν ἀδελφόν; οὐ μὲν οὖν ἔφη. ἀλλὰ τοὺς καθ’ ἕνα προκαλούμενος; · οὐ γάρ εἶπεν. ἄλλους ἄρα δήπουθεν καὶ ἄλλους κληρωσάμενος ἐπαγκρατίασας; πάνυ γε. εἶτα πῶς τοὺς ὑπ’ ἄλλων ἐκβληθέντας ἐτόλμησας λέγειν αὐτὸς νενικηκέναι; τί δαί; ἄνδρες ἦσαν μόνον οἱ παγκρατιάζοντες Ὀλυμπίασι; καὶ παῖδες εἶπεν. καὶ τούτους ἐνίκησας ἀνδρισάμενος; οὐκ ἔφη· οὐ γὰρ ἦσαν ἐκ τοῦ ἐμοῦ κλήρου. τί γάρ, σὺ τοὺς ἐκ τοῦ ἰδίου κλήρου πάντας ἐνίκησας; πάνυ γε. λέγε μοι ἔφην, οὐχ ὁ σὸς κλῆρος ὁ τῶν τελείων ἦν; τῶν τελείων εἶπεν. Κίκερμος δὲ ποῖον κλῆρον ἠγωνίζετο; ἐμὲ λέγεις; τῶν τελείων εἶπεν. ἆρ’ οὖν Κίκερμον ἐνίκησας; οὐ μὲν οὖν εἶπεν.