Ancient Greek
λγ′. Φχνομάχῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 4-5
Not analysed yet
(4) ἀλλὰ δὴ ταῦτα μὲν ὡς **ὄντα παραλείπεται, ἀναβαίνετε δὲ ἐπὶ τὸν οὐρανὸν καὶ οὐδὲ ’Ομήρῳ πείθεσθε τούτων μὴ ἐπιθυμεῖν τῷ εἰς σωφροσύνην τὰ τῶν Ἀλωειδῶν πάθη ἀναγράψαντι. ταῦτ’ ἐμοῦ πολλῷ παραστήματι διεξερχομένου πολλή αἰδὼς τὸν Ἀλέξανδρον εἰσῆλθε, καὶ ἀποκλίνας πρὸς ἕνα τῶν ἑταίρων εἶπεν ἀλλ’ εἰ μὴ ἔφθην Ἀλέξανδρος γενέσθαι, Διογένης ἂν ἐγενόμην. καὶ ἐξαναστήσας με ἀπῆγεν σὺν ἑαυτῷ, παρακαλῶν συστρατεύεσθαι, καὶ μόλις ἀφῆκεν.