Ancient Greek
λζ′. Μονίμῳ.
Diogenes Sinopensis Epistulae, Epistulae 4-7
Not analysed yet
(4) ταῦτα μὲν οὖν κέλευε ἄλλῃ μεταίρεσθαι, ἡμᾶς δὲ κατάκλιναι, ὡς Ὅμηρος τοὺς ἥρωας ἐν Ἰλιάδι κατέκλινεν, ἐπὶ ῥινοῦ βοὸς ἀγραύλοιο, ἢ ὡς Λακεδαιμόνιοι ἐπὶ στιβάδος, καὶ ἔα τὸ σῶμα ἐφ’ ὧν ἔμαθε κατακλίνεσθαι. θέραψ δ’ οὐδὲ εἷς ἔστω ἐνταῦθα διακονούμενος· ἀποχρήσουσι γὰρ αἱ χεῖρες ἐς τοῦτο, καὶ γὰρ τούτου ἕνεκα ἡμῖν προσετέθησαν ὑπὸ τῆς φύσεως. ποτήρια δ’ ἔστω, οἷς πιόμεθα, τὰ ἐκ πηλοῦ λεπτὰ καὶ εὔωνα, πόμα δὲ ὕδωρ ναματιαῖον, τροφαὶ δὲ ἄρτος καὶ ὄψον ἅλες ἢ κάρδαμον. τοιαῦτα ἐγὼ παρὰ Ἀντισθένει παιδευόμενος ἔμαθον ἐσθίειν καὶ πίνειν, οὐχ ὡς φαῦλα ἀλλ’ ὡς κρείττονα τῶν ἑτέρων καὶ μᾶλλον δυνάμενα ἐν τῇ ὁδῷ εὑρίσκεσθαι τῇ φερούσῃ ἐπ’ εὐδαιμονίαν, ἣν δὴ πάντων τιμιωτάτην χρημάτων θετέον **ἐν τόπῳ ὀχυρωτάτῳ καὶ ἀποκρημνοτάτῳ μίαν ὁδὸν προσάντη καὶ τραχεῖαν ἱδρύσασθαι.