Ancient Greek
407.5
Diogenes Sinopensis, Fragmenta 407.5
Unproofread scanNot analysed yet
καὶ κίνδυνος γίνονται περὶ τὰ πλείστου ἄξια καὶ ἀναγκαϊότατα. 'Η οὖν ἐώρακας τὴν ψυχὴν ταραττομένους καὶ νυκτὸς καὶ ἡμέρας, καὶ εἰς τὴν θάλασσαν ἐαυτοὺς βιπτοῦντας εἰκῇ καὶ εἰς βεῖθρα. (Stobaeus Floril. IX, 49. Posui in fine hujus loci βεῖθρα; codd. partim βεῖθρα, partim ἐταίραν vel ἐτέραν.) 3. "Ὡςπερ οὖν τοῦ Ποντικοῦ μέλιτος γεύσασθαι ἐπιχειροῦσιν οἱ ἀπειροί, γευσάμενοι δὲ παραχρῆμα ἐξέπτυσαν, δυσχεράναντες ὅτι πικρόν ἐστι καὶ ἀηδές· οὕτω καὶ τοῦ Διογένους ἀποπειράσθαι μὲν ἤθελον διὰ πολυπραγμοσύνην, ἐλεγχόμενοι δὲ ἀπεστρέφοντο καὶ ἐνευγόν. Καὶ ἄλλων μὲν ἥδοντο λοιδορουμένων, αὐτοὶ δὲ ἐφοβοῦντο καὶ ἀνεχώρουν. Καὶ εἰ μὲν ἔσκωπτε καὶ ἐπαῖκεν, ὥσπερ εἰώθει, ὑπερφυῶς ἔχαιρον, ἀνατεινομένου δὲ καὶ σπουδάζοντος οὐχ ὑπέμενον τὴν παρρησίαν. (Stobaeus Floril. XIII, 18.) 4. 'Ἐπεὶ αὐτὸν γε τὸν Ἀντισθένην παραβάλλων πρὸς τοὺς λόγους ἐνίοτε ἤλεγχεν ὡς πολὺ μαλακώτερον καὶ ἔφη αὐτὸν εἶναι σάλπιγγα λοιδορῶν, αὐτοῦ γὰρ οὐκ ἀκούειν φθεγγομένου μέγιστον· καὶ Ἀντισθένεος ἠμυνόμενος ἀντὶ τῆς σάλπιγγος ἔλεγε ταῖς σφηξὶν ὁμοιον αὐτὸν εἶναι· καὶ γὰρ τῶν σφηκῶν τὸν μὲν φόρον τῶν