Ancient Greek
417.9 to 418.1
Diogenes Sinopensis, Fragmenta 417.9-418.1
Unproofread scanNot analysed yet
101. Ξένων ποτὲ θεάσασθαι θελόντων Δημοσθένην, τὸν μέσον δάκτυλον ἐκτείνας: Οὕτος ἡμῖν, εἶρη, ἐστιν ὁ Ἀθηναίων δημαγωγός. 102. Ἐκβαλόντος δέ τινος ἄρτον καὶ αἰσχυνομένου ἀνελῆσθαι, βουλόμενος αὐτὸν νουθετῆσαι, κεράμου τράγηνλον δήσας ἔσυρε διὰ τοῦ Κεραμικοῦ. 103. Μιμεῖσθαι ἔλεγε τοὺς χοροδιδασκάλους: καὶ γὰρ ἐκείνους ὑπὲρ τόνον ἐνδιδόναι ἔνεκα τοῦ τοὺς λοιποὺς ἀψασθαι τοῦ προσήκοντος τόνου. 104. Τοὺς πλείστους ἔλεγε πυχὰ δάκτυλον μαίνεσθαι. Ἐὰν οὖν τις τὸν μέσον προτείνας πορεύηται, δοκεῖ μαίνεσθαι: ἄν δὲ τὸν λιγανόν, οὐκέτι. 105. Τὰ πολλοῦ ἀξία μηδενὸς ἔλεγε πιπράσκεσθαι, καὶ ἑμπαλιν· ἀνδριάντα γὰρ τριχλίων πιπράσκεσθαι, χοῖνικα δὲ ἀλφίτων δύο χαλκῶν. 106. Τῷ τριακένω αὐτὸν Ξενιάδῃ φησὶ Ἄγα ὅπως τὸ προσταττόμενον ποιήσεις. Τοῦ δὲ εἰπόντος: Ἄνα ποταμῶν χωροῦσι παγαί· εἰ δὲ ἰατρὸν, ἔφη, ἐπρίω νυσῶν, οὐκ ἂν αὐτῷ ἐπειθοῦν, ἀλλ' ἐπες ἂν, ὡς ἄνω ποταμῶν χωροῦσι παγαί;