Ancient Greek
424.4 to 425.6
Diogenes Sinopensis, Fragmenta 424.4-425.6
Unproofread scanNot analysed yet
170. Τοὺς ἀγαθοὺς ἀνδρας θεῶν ἔλεγεν εἰκόνας εἶναι, τὸν ἔρωτα σχολαζόντων ἀσχολίαν. 171. Ἐρωτηθεὶς, τί ἀθλιον ἐν βίῳ, ἔφη· Γέρων ἄπορος. 172. Ἰδὼν ποτε δύο Κενταύρους κάκιστα ἐζωγραφημένους ἔφη· Πότερος τούτων Χείρων ἐστί; 173. Τὸν πρὸς χάριν λόγον ἔφη μελιτίνην ἀγχόνην εἶναι. Τὴν γαστέρα Χάρυβδιν ἔλεγε τοῦ βίου. 174. Ἀκούσας ποτέ, ὅτι Διδύμων δ’ αὐλητὴς μοιχὸς ἔδω· Ἄξιος, ἔφη, ἐκ τοῦ ὀνόματος κρέμασθαι. ἀλοὺς ἐπὶ μοιχείᾳ, ἐκ τοῦ ὀνόματος ἐκρεμάσθη.) 175. Ἰδὼν γυναῖκα ἐν φορείῳ, Οὐ κατὰ τὸ θηρίον, ἔφη, ἡ γαλαῖγρα. 176. Ἰδὼν δραπέτην ἐπὶ φρέατι καθήμενον ἔφη· Μειράκιον, βλέπε, μὴ ἐμπέσῃς. 177. Ἰδὼν μειρακύλιον ἱματιοχλέπτην ἐν τῷ βαλανεῖον ἔφη· Ἐπ’ ἀλειμμάτων ἢ ἐπ’ ἄλλο ἱμάτιον; 178. Ἰδὼν ποτε γυναῖκας ἀπ’ ἐλίκιας ἀπηγχονισμένας, Εἶπε γάρ, ἔφη, πάντα τὰ δένδρα τοιούτων καρπὸν ἤνεγκεν. 179. Ἰδὼν λωποδύτην ἔφη· τίπτε σὺ ὧδε, φέριστε; Ἡ τινὰ συλήσειν νεκρῶν κατατεθνηώτων; 180. Ἐρωτηθεὶς, εἰ παῖδακαρίων ἢ παῖδαρίων ἔχοι, ἔφη· Οὔ. Τοῦ δὲ εἰπόντος, Ἐὰν οὖν ἀποθάνῃς, τίς σε ἐξοίσει; ἔφη, Ὁ χορῶν τῆς οἰκίας. 181. Πρὸς τὸν πολυτελῶς ὀφωνούμενον· Ἀκύμωρος δή μοι, τέκνο, ἔσεαι, οἱ’ ἀγοράζεις. 182. Πλάτωνος περὶ ἰδεῶν διαλεγομένου καὶ ὀνομάζοντος τραπεζότητα καὶ κυαθότητα, Ἐγώ, εἶπεν, ὦ Πλάτων, τράπεζαν μὲν καὶ κύαθον ὁρῶ· τραπεζότητα δι καὶ κυαθότητα οὐδαμῶς. Καὶ δε, Κατὰ λόγον, ἔφη· οὐς μὲν γὰρ κύαθος καὶ τράπεζα θεωρεῖται, ἀφθάλμους ἔχειν· ὅ δὲ τραπέζης καὶ κυαθότης βλέπεται, νοῦν οὐκ ἔχειν· 183. Ἐρωτηθεὶς (Πλάτων) ὑπὸ τινος, Ποῖός τίς σοι Διογένης δοκεῖ; Σωκράτης, εἶπε, μαινόμενος. 184. Ἐρωτηθεὶς, ποίῳ καιρῷ δεῖ γαμεῖν, ἔφη· τοὺς μὲν νέους μηδέπω, τοὺς δὲ πρεσβυτέρους μηδέπώποτε. 185. Ἐρωτηθεὶς, τί θελοῖ κονδύλου λαχεῖν, Περιχεφαλαίαν, ἔφη. 186. Ἰδὼν ποτε μειράκιον ἠρυθριῶν, Θαύβει, ἔφη, τοιούτων ἐστι τῆς ἀρετῆς τὸ χρώμα. 187. Δυοὶν ποτε νομικῶν ἀκούσας τοὺς δύο κατέκρινεν, εἰπών, τὸν μὲν κακλεφάναι, τὸν δὲ μὴ ἀπολωλεχέναι. 188. Ἐρωτηθεὶς, ποῖον οἶνον ἡδὼς πίνει, ἔφη· Τὸν ἀλλότριον.