Ancient Greek
431.9
Diogenes Sinopensis, Fragmenta 431.9
Unproofread scanNot analysed yet
258. Διογένης που λέγει, μίαν εἶναι μηχανὴν πρὸς ἐλευθερίαν τὸ εὐκόλως ἀποθνήσκειν, καὶ τῷ Μακεδόνων βασιλεῖ γράφει, ὅτι τὴν Ἀθηναίων πόλιν καταδουλώσασθαι οὐ δύναται· οὐ μᾶλλον, φησίν, ἢ τοὺς ἰχθύας. Πῶς; οὐ γὰρ λήψομαι αὐτούς; Ἄν λάβῃς, φησίν, εὐθὺς ἀπολιπόντες σε οἰγήσονται, καθάπερ οἱ ἰχθύες. Καὶ γὰρ ἐκείνων ἂν ἂν λάβῃς, ἀπέθανε· καὶ οὕτοι ληφθέντες ἐὰν ἀποθνήσκωσι, τί σοί ἐστι τῆς παρασκευῆς ὀφελος;