Ancient Greek
432.4 to 432.11
Diogenes Sinopensis, Fragmenta 432.4-11
Unproofread scanNot analysed yet
263 Διογένης ἔλεγε καὶ τὸν Σωκράτην αὐτὸν τρωφήσαι περιεργάζεσθαι γὰρ καὶ τῷ οἰκιδίῳ, καὶ τῷ σχιμποδίῳ, καὶ ταῖς βλαύταις δέ, αἵσπερ οὖν ἐχρῆτο Σωκράτης ἔστιν ὅτε. 264 Διογένης λαβὼν παρὰ Διοτίμου τοῦ Καρυστίου νόμισμα ὀλίγον, ἔφη· Σοὶ δὲ θεοὶ τόσα δοῖεν, ὅσα φρεσὶ σήσι μενοινῆς, Ἄνδρα τε καὶ οἶκον. Ἔδοκει δὲ πῶς ὁ Διότιμος μαλαχιώτερος εἶναι. 265 Ἐπῆνε Σπαρτιάτης τὸ ἔπος Ἡσιόδου τὸ λέγον· Οὐδ’ ἂν βοὺς ἀπόλοιτ’ εἰ μὴ γείτων κακὸς εἴη, ἀκούοντος Διογένους. Ὁ δὲ εἶπε· Καὶ μὴν Μεσσηνιοὶ καὶ οἱ βόες αὐτῶν ἀπολλύασθαι, καὶ ὑμεῖς αὐτῶν ἐστε οἱ γείτονες. 266 Διογένης εἰς Ὀλυμπίαν ἐλθὼν, καὶ θεασάμενος ἐν τῇ πανηγύρει Ῥοδιακοὺς τινὰς νεανίσκους πολυτελῶς ἠσθημένους, γελάσας ἔφη, Τῦφος τοῦτό ἐστι. Εἶτα περιτυχόν Λακεδαιμονίοις ἐν ξέμωσι φαύλῃσι καὶ ῥυπόσῃσι, Ἄλλος, εἶπεν, οὗτος τύφος.