Ancient Greek
433.2
Diogenes Sinopensis, Fragmenta 433.2
Unproofread scanNot analysed yet
208 Ὁ γοῦν κυνικὸς φιλόσοφος Διογένης ὑψεί καὶ μεγέθει τοσοῦτου φρονήματος ἐχρήσατο, ὥστ’ ἀλούς ὑπὸ ληστῶν, ἐπεὶ γλίσχρους καὶ μόγις τὰς ἀναγκαίας παρείχον αὐτῷ τροφάς, οὐδ’ ὑπὸ τῆς παρούσης τύχης καμφθεὶς, οὔτε τὴν ὠμότητα τῶν ὑπηγμένων δεῖξας, Ἀτοπώτατον, ἔφη, γίνεται, δελφάκια μὲν ἡ πρόβατα, ὅποτε μελλοὶ πιπράσκεσθαι, τροφαὶς ἐπιμελεστέραις εἰς εὐσκαρίαν παίζειν, ζῶων δὲ τὸ ἀρίστον, ἄνθρωπον, ἀτιτίαις κατασκληρυνθέντα, ἐπεωνίζεσθαι. Λαβὼν δὲ τροφὰς διαρκεῖς, ἐπειδὴ μεθ’ ἑτέρων ἐμελλεν ἀπεμπολείσθαι, καθίσας πρότερον ἡρίστα μαλ’ εὐθαλῶς, ἐπιδίδους καὶ τοῖς πλησίον. Ἕνὸς δὲ οὐ μόνον λυπουμένου, ἀλλὰ καὶ σφόδρα κατηφούντος, Οὐ παύση τῆς συννοίας; ἔφη, χρῶ τοῖς παρούσι·