Ancient Greek
437.26 to 438.3
Diogenes Sinopensis, Fragmenta 437.26-438.3
Unproofread scanNot analysed yet
λαίοντα καὶ διακείντα καὶ τρέχοντα· τῷ παντὶ δὲ φρόνησις ἡδυτάτῃ μελετηθείσα, καὶ ὥσπερ οἱ συνει- χαλεπωτέρους, πενίαν καὶ φυγὴν καὶ ἀδοξίαν, ἐπὶ δὲ σθέντες ἡδίως ζῆν, ἀφ’ ὧς ἐπὶ τοὐναντίον μετίασιν, ὀργὴν τε καὶ λύπην, καὶ ἐπιθυμίαν καὶ φόβον, καὶ τὸ οὕτως οἱ τοὐναντίον ἀσκηθέντες ἡδίων αὐτῶν τῶν ἡδονῶν καταφρονούσι. Τοιαῦτα διελέγετο καὶ ποιῶν ἐφαίνετο, δντος νόμισμα παραχαράττων, μηδὲν οὕτω τοῖς κατὰ νόμον ὡς τοῖς κατὰ φύσιν διδούς· τὸν αὐτὸν χαρακτῆρα τοῦ βίου λέγων διεξάγειν, ὅνπερ καὶ Ἡρακλῆς, μηδὲν ἐλευθερίας προκρίνων. 297. Περὶ τοῦ νόμου, ὅτι χωρὶς αὐτοῦ οὐχ οἷόν τε πολιτεύεσθαι· οὗ γὰρ φησιν ἄνευ πόλεως ὀφελὸς τι εἶναι ἀστείου· ἀστεῖον δὲ ἡ πόλις· νόμου δὲ ἄνευ, πό-λεως οὐδὲν ὀφελος· ἀστεῖον ἄρα ὁ νόμος. Εὐγενείας δὲ καὶ δόξας καὶ τὰ τοιαῦτα πάντα διέπαιζε, προκοσμήματα κακίας εἶναι λέγων, μόνην δὲ ὀρθὴν πολιτείαν εἶναι τὴν ἐν κόσμῳ. 298. Ἔλεγε δὲ καὶ κοινὰς εἶναι δεῖν τὰς γυναῖκας, γάμον μηδένα νομίζων, ἀλλὰ τὸν πείσαντα τῇ πει-σθείσῃ συνείναι, κοινούς δὲ διὰ τοῦτο καὶ τοὺς υἱέας.