Ancient Greek · ~7 min
1.1 to 1.14
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.1-14
Not analysed yet
Ἀβύδηνον ἐπιφόρημα: ἐπὶ τῶν ἀηδῶν εἴωθε τάττεσθαι. Ἔθος γὰρ τοῖς Ἀβυδηνοῖς μετὰ τὸ δεῖπνον καὶ τὰς σπονδὰς προςάγειν τοὺς παῖδας μετὰ τῶν τιτθῶν τοῖς εὐωχημένοις. Κεκραγότων δὲ τῶν παίδων καὶ θορύβου γενομένου, ἀηδίαν πολλὴν εἶναι τοῖς δαιτυμόσιν. Ἄβρωνος βίος: Ἅβρων τις ἐγένετο πλούσιος καὶ ἁβροδίαιτος. Ὅθεν ἡ παραβολὴ ἐπὶ τῶν πολυτελῶν τάττεται. Ταῦτα καὶ, Σικελικὴ τράπεζα· καὶ, Συβαριτικὸς βίος. Ἀγορὰ Κερκώπων: ἐπὶ τῶν πονηρῶν καὶ κακοήθων. Κέρκωπες γάρ τινες ἀπατεῶνες ἐγένοντο ἐν Ἐφέσῳ, οἵτινες καὶ τὸν Δία ἐξαπατῆσαι πεπείρανται. Ὁμοία τῇ, Λύκων δεκάς· καὶ, Κρωβύλου ζεῦγος. Ἀγαθὴ καὶ μᾶζα μετ’ ἄρτον: ἐπὶ τῶν τὰ δεύτερά τισι διδόντων· ὁμοία τῇ, Δέχεται καὶ βῶλον ἀλήτης. Ἂν μὴ παρῇ κρέας, ταρίχῳ στερκτέον: Ἀγαμέμνονος θυσία: ἐπὶ τῶν δυςπειθῶν καὶ σκληρῶν· Ἀγαμέμνων γὰρ τὴν αὑτοῦ ἐβούλετο θυσιάσαι θυγατέρα· ἢ ὅτι βοῦν αὐτοῦ θύοντος ἔφυγε καὶ μόλις κρατηθεὶς εἰςήχθη. Ἀγαθώνειος αὔλησις: ἡ μαλθακὴ καὶ μήτε χλιαρὰ μήτε πικρὰ, ἀλλ’ ἡδίστη. Ἀγέλαστος πέτρα: ἐπὶ τῶν λύπης προξένων ἡ παροιμία· ἐπ’ αὐτῆς γὰρ ἐκάθισεν ὅτε τὴν κόρην ἐζήτει ἡ Δημήτηρ. Ὁμοία, Στεγανώτερος Ἀρεοπαγίτου. Καὶ, Ἐς Τροφωνίου μεμάντευσαι. Ἀγαθὰ Κιλίκων: ἐπὶ τῶν ἀπὸ τῶν οὐ προςηκόντων πλουτούντων. Προδότης γάρ τις τῶν Κιλίκων Μίλητον προδοὺς, ηὐπόρησεν. Ὅμοιον, Ἀπὸ νεκρῶν φορολογεῖν. Ἀγαθῶν θάλασσα: ἐπὶ πλήθους ἀγαθῶν. Ὡς καὶ τὸ, Ἀγαθῶν σωρὸς, καὶ, Ἀγαθῶν μυρμηκία. Ἐπὶ πλήθους γὰρ εὐδαιμονίας καὶ τοῦτο, Τὰ ἐνταντία· Κακῶν Ἰλιὰς, καὶ, Λέρνη κακῶν. Ἁγνόντερος πηδαλίου: ἐπὶ τῶν ἁγνῶς βεβιωκό των. Παρόσον ἐν θαλάσσῃ ἐστὶν ἀεὶ τὸ πηδάλιον. Ἀγροίκου μὴ καταφρόνει ῥήτορος: ὑποθετική. Ὅτι μηδὲ τῶν εὐτελῶν χρὴ καταφρονεῖν. Ὅμοιόν ἐστι, Κὰν μύρμηκι χολή. Ἀγναμπτότερος βάτου αὔου: ἐπὶ τοῦ ξηροῖ καὶ αὐθάδους τὸν τρόπον. Ἀδώνιδος κῆποι· ἐπὶ τῶν ἀώρων καὶ μὴ ἐῤῥιζωμένων. Ἐπειδὴ γὰρ Ἄδωνις ἐρώμενος ὢν, ὡς ὁ μῦθος, τῆς Ἀφροδίτης, προήβης τελευτᾷ, οἱ ταύτῃ ὀργιάζοντες, κήπους εἰς ἀγγεῖά τινα φυτεύοντες ἢ φυτεύουσαι, ταχέως ἐκείνων διὰ τὸ μὴ ἐῤῥιζῶσθαι μαραινομένων, Ἀδώνιδος αὐτοὺς ἐκάλουν.