Ancient Greek · ~7 min
1.15 to 1.30
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.15-30
Not analysed yet
Αὐλὸν σάλπιγγι συγκρίνεις: ἐπὶ τῶν τὰ ἐλάττω τοῖς μείζοσι συγκρινόντων. Τέττιγι μέλιτταν συγκρίνεις, κατὰ φωνήν. Ἀδεὲς δέος: ἐπὶ τῶν μάτην δεδιότων. Ἀληλεσμένος βίος καὶ μεμαγμένος: ἐπὶ τοῦ ἑτοίμου καὶ προχείρου. Ἄσπαρτα καὶ ἀνήροτα: ἐπὶ τοῦ ὁμοίου. Ἄλλην δρῦν βαλάνιζε: ἐπὶ τῶν ἐνδελεχῶς αἰτούντων τι, ἢ ἐπὶ τῶν συνεχῶς δανειζομένων. Οἱ γὰρ παλαιοὶ βαλάνοις ἔζων· πρὸς οὖν τοὺς περισκοποῦντας τὰς δρῦς εἴτε πλήρεις εἶεν εἴτε κεναὶ, Ἄλλην δρῦν βαλάνιζε, ἔλεγον. Ἄλλος βίος, ἄλλη δίαιτα: ἐπὶ τῶν ἐπ’ ἀμείνονα βίον μεταβαλλομένων. Ἅλας ἄγων καθεύδεις: ἐπὶ τῶν ἐν κινδύνοις ῥᾳστωνευομένων. Ἐμπόρου γάρ τινος ἅλας ἄγοντος ἀποκαθευδήσαντος, συνέβη τὴν ἀντλίαν ἐπαναβῆναι καὶ τῆξαι τὸν ἅλα, Ἄιδεις ὡς εἰς Δῆλον πλέων: ἐπὶ τοῦ ὁμοίου. Ἄλλοτε δ’ ἀλλοῖον τελέθειν καὶ χώρᾳ ἕπεσθαι: ὅτι προςήκει ἐξομοιοῦν ἑαυτὸν ἐν οἷς ἂν γένοιτο τόποις. Εἴρηται δὲ ἀπὸ τῶν πολυπόδων· οὗτοι γὰρ ᾖ ἂν πλησιάσωσι πέτρᾳ, φόβου κατεπείγοντος, εἰς τὸ αὐτῆς εἶδος τὸ ἑαυτῶν μεταβάλλουσιν. Ὅμοιον, Πολύποδος πολυχρόου νόον ἴσχε. Ἀζάνια κακά: ἐπὶ τῶν κακοῖς διηνεκῶς προςπαλαιόντων. Ἀζάναι γὰρ τόπος σκληρὸς, περὶ ὃν πονοῦντες οἱ γεωργοὶ οὐδὲν πορίζονται. Ἀνάγυρον κινεῖς: ἐπὶ τῶν κινούντων τινὰ ἐπὶ τῷ ἑαυτῶν κακῷ. Ἀνάγυρος γάρ τις ἥρως ἐπιχώριος τοὺς γειτονοῦντας ἐκ βάθρων ἀνέτρεψεν, ἐπειδὴ τὸ ἡρῷον αὐτοῦ ὑβρίσαι ἐπεχείρησαν. Ἀντρώνιος ὄνος: ἐπὶ τῶν μεγάλων καὶ ἀγρίων καὶ ἀνενεργήτων. Ἐν Ἄντρωνι γὰρ, ὥς φησι Φερεκράτης, μεγάλοι ὄνοι ἐγένοντο. Ἀχαρνικοὶ ὄνοι: ἐπὶ τῶν αὐτῶν, Ἄνω ποταμῶν χωροῦσι πηγαί: ἐπὶ τῶν ἐναντίως γενομένων ἢ λεγομένων. Οἷον, εἰ ὁ πόρνος τὸν σώφρονα λέγει πόρνον. Ἀράβιος αὐλητής: ἐπὶ τῶν ἀεὶ λαλούντων. Μετῆκται δὲ ἀπό τινος Ἀραβίου αὐλητοῦ, ὃς ηὔλει μὲν δραχμῆς, ἐπαύετο δὲ τεττάρων. Ἀρκάδας μιμούμενος: ἐπὶ τῶν ἄλλως πονούντων. Πολλὰ γὰρ οἱ Ἀρκάδες πολεμήσαντες οὐδεμίαν νίκην ἰδίαν πώποτε ἔσχον. Ἀρχὴ Σκυρία: ἐπὶ τῶν εὐτελῶν καὶ μηδὲν λυ σιτελὲς ἐχόντων· πετρώδης γὰρ ἡ Σκῦρος.