Ancient Greek · ~7 min
1.49 to 1.61
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.49-61
Not analysed yet
Ἀκάνθιος τέττιξ: ἐπὶ τῶν ἀφώνων καὶ ἀμούσων· οὐκ ᾄδουσι γὰρ οἱ ἐκεῖσε τέττιγες. Ὅμοιον· Βάτραχος Σερίφιος ἐπὶ τῶν αὐτῶν, Οὐκ ᾄδουσι γὰρ οἱ ἐν Σερίφῳ βάτραχοι. Ἅλα καὶ κύαμον: ἐπὶ τῶν εἰδέναι μὲν προςποιουμένων, οὐκ εἰδότων δέ. Ἐπεὶ οἱ μάντεις εἰώθασι τιθέναι τὸν ἅλα καὶ κύαμον. Ὅθεν καὶ τοὺς ἀποῤῥήτων κοινωνοῦντας τοὺς περὶ ἅλα καὶ κύαμον ἔλεγον. Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν τὰ ἀπόῤῥητα μυουμένων· οἱ γὰρ Ἀττικοὶ ἐν Ἐλευσῖνι ἐπετέλουν τὰ τῆς Δήμηπρος μυστήρια. Αἲξ τὴν μάχαιραν: ἐπὶ τῶν ἑαυτοῖς λανθανόντως κακόν τι ἐπισπωμένων. Εἴληπται δὲ ἐξ αἰτίας τοιαύτης· Κορίνθιοι αἶγα τῇ Ἥρᾳ ἔθυον· κρυψαμένων δέ τινων τὴν μάχαιραν, ἡ αἲξ τοῖς ποσὶ σκαλεύουσα ἀνέφηνεν. Ὅμοιον, Κορώνῃ τὸν σκορπίον, Κόνιν φυσᾷς, Εὖ κείμενον κακὸν κινεῖς, Λέοντα νύσσεις, Ἀνάγυρον πινεῖς. Ἄδακρυς πόλεμος: ἐπὶ τῶν ῥᾷστα καὶ παρ’ ἐλπίδα τὰ πράγματα κατορθούντων. Χρησμὸς γὰρ ἐδόθη Λακεδαιμονίοις, ἄδακρυν μάχην νικῆσαι· ὅθεν οὐδὲ εἷς τηνικαῦτα τούτων ἀπέθανεν. Ἀδράστεια Νέμεσις: ἐπὶ τῶν πρότερον δοκησάντων μὲν προβήσεσθαι τὸ πρᾶγμα καλῶς, ἀποσφαλέν των δέ. ἀπὸ Ἀδράστου τοῦ †Θήβαις στρατεύσαντος καὶ μεγάλως σφαλέντος. Τὸ αὐτὸ καὶ, Καδμεία νίκη. Ἀδδηφάγον ἅρμα: ἐπὶ τῶν γαστριμάργων. Ἀετοῦ γῆρας, κορύδου νεότης: παρόσον καὶ γηράσκων ἀετὸς ἀμείνων ἐστὶ κορύδου νεάζοντος. Ὅμοιον· Ῥόδον ἀνεμώνῃ συγκρίνεις, Καρκίνον δασύποδι, Θρίπας ἀετῷ, καὶ, Χελώνην πηγάσῳ. Ἀκεσσαίου σελήνη: ἐπὶ τῶν εἰς χρόνον ἀναβαλλομένων πρᾶξαί τι. Ἦν δὲ κυβερνήτης, ὃς ῥᾴθυμος ὢν, ἔλεγε διὰ παντὸς ἀναμένειν σελήνην, ἵνα ἐν φωτὶ ὁ πλοῦς αὐτῷ γένηται. Ἀεὶ γὰρ εὖ πίπτουσιν οἱ Διὸς κύβοι: ἐπὶ τῶν εἰς πάντα εὐδαιμονούντων· ἢ ἐπὶ τῶν ἀξίως τιμωμένων. Αἰτναῖος κάνθαρος: ἐπὶ τῶν τῷ σώματι μεγάλων. Ἀκλητὶ κωμάζουσιν ἐς φίλους φίλοι: δήλη ἡ παροιμία. Καὶ ὁμοία τῇ, Αὐτόματοι δ’ ἀγαθοὶ ἀγαθῶν ἐπὶ δαῖτας ἵενται. Ἀεὶ κολοιὸς πρὸς κολοιὸν ἱζάνει: ἐπὶ τῶν τοῖς ὁμοίοις προςομιλούντων. Συνδυαστικὰ γὰρ καὶ συναγελαστικὰ τὰ ζῶα.