Ancient Greek · ~7 min
1.31 to 1.48
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.31-48
Not analysed yet
Αἰθὴς πέπλος: ἐπὶ τῶν ὑπεκκαίοντων καὶ στάσεις ἐγειρόντων καὶ διαβολάς. Δηϊάνειρα γὰρ πέπλον πέμψασα Ἡρακλεῖ, τούτῳ διέφθειρεν αὐτόν. Αἵμασι κλαίειν: καθ’ ὑπερβολὴν, οὐ δακρύοις, ἀλλ’ αἵματι κλαίειν. Αἱροῦντες ᾑρήμεθα: ἐπὶ τῶν ἐλπισάντων τινὰς νικᾶν, εἶθ’ ὑπ’ ἐκείνων ἁλόντων. Αἱ Χάριτες γυμναί: ὅτι δεῖ ἀφειδῶς χαρίζεσθαι. Αἱ Ἰβύκου γέρανοι: ἐπὶ τῶν ἀπροςδοκήτως ἐπὶ τοῖς ἁμαρτήμασι κολασθέντων. Ἴβυκος γὰρ ὑπὸ λῃστῶν ἀναιρούμενος καὶ γεράνους ἰδὼν ἐμαρτύρατο. Χρόνῳ δὲ οἱ λῃσταὶ θεώμενοι ἐν θεάτρῳ γεράνους ὑπεριπταμένους, Αἱ Ἰβύκου γέρανοι, ἔλεγον. Εἶτα ἁλόντες καὶ ἀνακριθέντες ἐκολάσθησαν. Αὐτοὶ χελώνας ἔσθεθ’, οἵπερ εἵλετε: ἐπὶ τῶν ἐξ ἀβουλίας τι πραττόντων, εἶτα βοηθείας δεομένων. Ἁλιεῖς γὰρ χελώνην ἀνασπάσαντες ἐμέριζον· τὸν δὲ Ἑρμῆν παριόντα ἐπὶ τὴν ἑστίασιν ἐκάλουν· ὁ δὲ τοῦτο ἐφθέγξατο. Αἰγιαλῷ λαλεῖς: ἐπὶ τῶν ἀνηκόων. Αἰθέρα νήνεμον αἱρήσεις: ἐπὶ τῶν μάτην πονούντων. Ἄϊδος κυνῆ: ἐπὶ τῶν κρυπτόντων ἑαυτοὺς διά τινος μηχανῆς. Τοιαύτη γὰρ ἡ τοῦ Ἄϊδος κυνῆ, ᾖ Περσεὺς χρησάμενος τὴν Γοργὼ ἐδειροτόμησεν. Αἲξ οὔπω τέτοκεν, ἔριφος δ’ ἐπὶ δώματι παίζει: ἐπὶ τῶν οὔπω τεχθέντων ἢ γεγονότων, ἀλλ’ ἀτελῶν ὄντων, καὶ τὰ τῶν τελείων θελόντων ποιεῖν. Αἰάντειος γέλως: ἐπὶ τῶν παραφρόνως γελώντων. Ἀφύων τιμὴ: ἐπὶ τῶν ἐν μικροῖς παρ’ ἄλλων τιμωμένων. Ἀνίπτοὶς χερσίν: ἐπὶ τῶν βεβήλοις χερσὶ τοῖς ἱεροῖς ἐγχειρούντων. Ἄειδε τὰ Τέλληνος: ἐπὶ τῶν σκωπτικῶν· Τέλ λην γὰρ αὐλητὴς ἐγένετο, ὃς παίγνιᾳ κατέλιπὲ χάριω ἔχοντα. Αἰθίοπα σμήχεις: δῆλον τὸ ποιοῦτον. Ὁμοῖα, Χύτραν ποικίλλεις, ὠὸν. τίλλεις. Αἰσώπειον αἷμα: ἐπὶ τῶν δυςαπονίπτοις ὀνείδε σιν ἐνεχομένων· ἐπειδὴ τοῖς Δελφοῖς ἀδίκως ἀνελοῦσι τὸν Αἴσωπον ὠργίσθη ὁ θεός. Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι: ἐπὶ τῶν παντελῶς εὐτελῶν καὶ. μικρῶν. Ἐρωτώντων γὰρ τινῶν, τίνες κρείττους τῶν Ἑλλήνων; τοῦτο ἀντεφθέγξαντο· Αἰγιέες οὔτε τρίτοι οὔτε τέταρτοι. Ἄκαιρος εὔνοι’ οὐδὲν ἔχθρας διαφέρει: τοῦτό φασιν Ἱππόλυτον εἰπεῖν πρὸς Φαίδραν, φάσκουσαν αὐτὸν φιλεῖν παρὰ πάντας ἀνθρώπους.