Ancient Greek · ~8 min
1.65 to 1.84
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.65-84
Not analysed yet
Ἀετὸν ἵπτασθαι διδάσκεις: φανερὰ ἡ παροιμία, Ὅμοιον, Δελφῖνα νήχεσθαι διδάσκεις. Καὶ, Ἵππον εἰς πεδίον. Ταχύτερος γάρ ἐστιν ἐν προςομάλῳ τόπῳ. Ἀττικὸς εἰς λιμένα: ἐπὶ τῶν μετὰ σπουδῆς ὃ ἐπίστανται ποιούντων. Οἱ γὰρ Ἀττικοὶ μέλλοντες ἀπαίρειν πρὸς μάχην καὶ τοῦ λιμένος ἐξιόντες, μετὰ σφοδρότητος ἤλαυνον πρὸς ἐπίδειξιν τῶν οἰκείων ὁρώντων. Ἀετὸς ἐν νεφέλαις: ἐπὶ τῶν δυςαλώτων· οὐ γὰρ ἁλίσκεται ἀετὸς ἐν νεφέλαις. Ἀεὶ φέρει τι Λιβύη κακόν: ἐπὶ τῶν προςεξευρισκόντων ἀεὶ νεώτερόν τι κακὸν καὶ κακούργων. Ἀμνία θερίζειν: ἐπὶ τῶν χρόνῳ ὕστερον τιμωρουμένων. Ὅταν γὰρ ἀμνία ᾖ, οὐκ ἀποκείρεται. Ἀεί με τοιοῦτοι πόλεμοι διώκοιεν: ἐπὶ τῶν καταφρονούντων τινῶν. Ὅμοια, Πολλῶν ἐγὼ θρίων ψόφους ἀκήκοα· Πολλαῖσι πληγαῖς δρῦς δαμάζεται· Πολλά κεν εἰδείης, οἷς τὸν θεὸν ἐξαπατήσεις. Ἀετὸς θρίπας ὁρῶν; ἐπὶ τῶν ἀφροντιστούντων τῶν μικρῶν. Ἄμας ἀπῄτουν, οἱ δ’ ἀπηρνοῦντο σκάφας: ἐπὶ τῶν ἄλλα μὲν ἀπαιτουμένων, ἄλλα δὲ μὴ ἔχειν ἀρνουμένων. Ἀνδραποδώδης θρίξ: ἐπὶ τῶν ἠλιθίων· Πλά τῶν· Ἔχων τὰς ἀνδραποδώδεις ἐπὶ τῆς ψυχῆς τρίχας ὑπ’ ἀμουσίας. Ἀνὴρ δὲ φεύγων οὐ μένει λύρας κτύπον: ἐπὶ τῶν ταχέως καὶ ὀξέως ὀφειλόντων ἕκαστα πράττειν. Ἀνδρὶ Λυδῷ πράγματα οὐκ ἦν, ἀλλ’ αὐτὸς ἐξελθὼν ἐπρίατο: ἐπὶ τῶν κακὰ ἑαυτοῖς ἐπισπωμένων. Κροῖσος γὰρ ἑαυτῷ πολέμιον ἐπεσπάσατο Κῦρον. Ἀντὶ πέρκης σκορπίον: ἐπὶ τῶν τὰ χείρω αἱρουμένων ἀντὶ τῶν βελτιόνων. Ἀνεῳγμέναι Μουσῶν θύραι: ἐπὶ τῶν ἐξ ἑτοίμου λαμβανόντων τὰ κάλλιστα τῶν ἐν παιδείᾳ. Ἀνδρὸς γέροντος αἱ γνάθοι βακτηρία: ἐπὶ τῶν πρὸς τὸ γῆρας πολλὰ ἐσθιόντων. Ἀνδρὸς κακῶς πράσσοντος ἐκποδὼν φίλοι: δήλη ἡ λύσις. Ἄνθρωπος ἀνθρώπου δαιμόνιον: ἐπὶ τῶν ἀπροςδοκήτως ὑφ’ ἑτέρων σωζομένων. Ἄν οἶνον αἰτῇ, κόνδυλον αὐτῷ δίδου: ἐπὶ τῶν ἀγαθὰ μὲν αἰτούντων κακὰ δὲ ἀντιλαμβανόντων. Ἡ δὲ ἱστορία ἀπὸ τοῦ Κύκλωπος. Ἀνέμου πεδίον: ἐπὶ τῶν εὐμεταβόλων καὶ κούφων εἴρηται. Ἂν ἡ λεοντῇ μὴ ἐξικῆται, τὴν ἀλωπεκῆν πρόςαψον: ὅτι ἐὰν μὴ φανερῶς δύνῃ ἀμύνασθαι, πανουργίᾳ χρῆσαι. Ἀντιπελαργεῖν: ἐπὶ τῶν τὰς χάριτας ἀνταποδιδόντων. Λέγονται γὰρ οἱ πελαργοὶ γεγηρακότας τοὺς γονεῖς τρέφειν.