Ancient Greek · ~5 min
1.85 to 1.100
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 1.85-100
Not analysed yet
Ἀνδρὸς γέροντος ἀσταφὶς τὸ κρανίον: ἐπὶ τῶν εἰς μηδὲν χρησιμευόντων. Πᾶν γὰρ τὸ σῶμα τῶν γερόντων ἀσθενές. Ἀνδρὸς γέροντος μήποτ’ ἐς πυγὴν ὁρᾶν: ἐπὶ τῶν πρὸς ἔνια μὴ χρησίμων. Ἀντλεῖν ἀμφοτέραις: λείπει, χερσίν. Ἡ παροιμία δήλη. Ἀνέμους γεωργεῖν: πρὸς τοὺς πονοῦντας καὶ μηδενὸς μεταλαγχάνοντας. Ἀντὶ καποῦ κυνὸς ὗν ἀπαιτεῖς: ἐπὶ τῶν καλὰ ἀντὶ κακῶν ἀνταποδιδόντων. Ἄνθρακες ὁ θησαυρός: ἐπὶ τῶν ἐφ’ οἷς ἤλπισαν διαψευσθέντων. Ὡς ὁ Λουκιανός· Ἄνθρακάς μοι τὸν θησαυρόν ἀπέφηνας. Ἄξιος τοῦ παντὸς: ἐπὶ τῶν σφόδρα τιμίων. Ἄξιος εἶ τῆς ἐν Ἄργει ἀσπίδος: ἐπὶ τῶν εὐγενῶν καὶ αἰδημόνων. Οἱ γὰρ ἐν Ἄργει ἀνύβριστοι παῖδες καὶ καθαροὶ κατὰ νόμιμον παλαιὸν τὰς ἀσπίδας φέροντες πομπεύουσιν. Ἄξιος τριχός: ἐπὶ τῶν εὐτελῶν. Ἀπὸ βραδυσκελῶν ὄνων ἵππος ὤρουσεν: ἐπὶ τῶν ἀπὸ εὐτελῶν μὲν, ἐνδόξων δὲ γενομένων ἐκείνων. Ἄπληστος πίθος: ἐπὶ τῶν γαστριμαργούντων· ἀπὸ τῶν περὶ τὰς Δαναΐδας πίθων. Ἀφ’ ἵππων ἐπ’ ὄνους: ἐπὶ τῶν ἀπὸ σεμνῶν εἰς τὰ ἄσεμνα ἡκόντων, οἷον ἀπὸ γραμματικῆς ἐπὶ ἡνιοχευτικὴν, ἢ ἄλλο τι τῶν οὐ σεμνῶν. Ἅπαντα τοῖς σοφοῖς εὔκολα: ἐπὶ τῶν διὰ φρονήσεως καὶ τῶν δυςκόλων περιγινομένων. Ἀπὸ κώπης ἐπὶ βῆμα: ἐπὶ τῶν ἀπὸ χειρόνων εἰς κρείττονα. Ἀντ’ εὐεργεσίας Ἀγαμέμνονα δῆσαν Ἀχαιοί: ἐπὶ τῶν ἀχαρίστων. Ἁλώνητον ἀνδράποδον: τὸ εὐτελὲς, τὸ πρὸς ἅλας ὠνηθέν. Ὅθεν καὶ Μένανδρος· Θρᾷξ εὐγενὴς εἶ πρὸς ἅλας ὠνημένος.