Ancient Greek · ~7 min
2.21 to 2.34
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 2.21-34
Not analysed yet
Ἄλλα μὲν Λεύκωνος ὄνος φέρει, ἄλλα δὲ Λεύκων: ἐπὶ τῶν ἀσυμφώνους τοὺς λόγους τοῖς ἔργοις παρεχομένων. Λεύκων γάρ τις γεωργὸς, μέλιτος ἀσκοὺς εἰς φορμὸν ἐμβαλὼν, ἐκόμιζεν εἰς Ἀθήνας, κριθὰς τοῖς φορμοῖς ἐμβαλὼν, ὡς ὀλίγον εἰςπραχθησόμενος τέλος. Τοῦ δὲ ὄνου πεσόντος οἱ τελῶναι βοηθῆσαι βουλόμενοι ἔγνωσαν ὅτι μέλι ἐστὶν, καὶ τοῦτο ἔφησαν. Ἄλλην μὲν ἐξηντλοῦμεν, ἡ δ’ ἐπειςρέει: ἐπὶ τῶν πονούντων καὶ πλέον οὐδὲν ἀνυόντων. Ἀμεινόνων οἰωνῶν τυχεῖν: ἐπὶ τῶν ἐκ κακῶν εἰς ἀγαθὰ μεταβαινόντων. Ἄμ’ ἔπος, ἅμ’ ἔργον: ἐπὶ τῶν ὀξέως καὶ ταχέως ἀνυομένων. Ἀμελοῦς γωνία: ἐπὶ τῶν ῥᾳθύμως καὶ ἀργῶς καθημένων. Ἔστι γὰρ χωρίον Λιβύης ἐν ἀποκρύφῳ Ἀμε λοῦς γωνία καλούμενον, Ἀμουσότερος Λειβηθρίων: ἐπὶ τῶν ἀπαιδεύτων. Λειβήθριον γὰρ ὄρος †Πιερικὸν, οὔτε μέλους ἁπλῶς, οὔτε ποιήματος ἔννοιαν λαμβάνον. Ἄμμον μετρεῖν: ἐπὶ τῶν ἀδυνάτων. Ἀνέμους θηρᾶν ἐν δικτύοις: ἐπὶ τῶν ὁμοίων. Ἅμ’ ἠλέηται καὶ τέθνηκεν ἡ χάρις: ἐπὶ τῶν ταχέως ἐπιλανθανομένων τῆς χάριτος. Ἄμμες ποτ’ ἦμεν: Λακωνικὴ παραβολὴ, ἀντὶ τοῦ, Ἡμεῖς ποτ’ ἦμεν. Τριῶν γὰρ χορῶν ὄντων, ὁ μὲν τῶν παλαιῶν τοῦτ’ ἔλεγεν· ὁ δὲ τῶν νεωτέρων καὶ ἀκμαζόντων, Ἄμμες δέ γ’ εἰμὲς· αἱ δὲ λῇς, αὐγάσδεο· ὁ δὲ τῶν νηπίων καὶ οὔπω ἀκμαζόντων, Ἄμμες δέ γ’ ἐσσόμεσθα πολλῷ κάῤῥονες. Ἁλιεὺς πληγεὶς νοῦν οἴσει: ἐπὶ τῶν μετὰ τὸ ἁμαρτῆσαί τινος πράγματος συνιέντων. Ἁλιεὺς γὰρ ἁλισκομένους ἰχθῦς μετεχειρίζετο, καί ποτε πληγεὶς, Νοῦν οἴσω, φησίν· ὅμοιον δέ ἐστι τῷ παρ’ Ἡσιόδῳ, Παθὼν δέ τε νήπιος ἔγνω. Ἀπώλεσας τὸν οἶνον, ἐπιχέας ὕδωρ: ἐπὶ τῶν τοῖς καλοῖς τὰ χείρονα προςμιγνύντων· ἐν Κύκλωπος γὰρ δράματι λεγομένῳ οὕτω φησὶ πρὸς Ὀδυσσέα Πολύφημος. Αἴξ Σκυρία: ἐπὶ τῶν τὰς εὐεργεσίας ἀνατρεπόντων. Ἀνατρέπει γὰρ τὸ ἀγγεῖον ἀμελχθεῖσα. Ἀλῶν δὲ φόρτος ἔνθεν ἦλθεν, ἔνθ’ ἔβη: ἔμπορός τις ἅλας ἄγων καὶ καθευδήσας, ἀπώλεσεν αὐτὸ τῆς ἀντλίας ἐπαναβάσης. Λέγεται οὖν ἐπὶ τῶν τὰ ἅπερ προςεπόρισαν καὶ ἐχαρίσαντο ἀπολλύντων.