Ancient Greek · ~7 min
2.35 to 2.52
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 2.35-52
Not analysed yet
Ἀνεπαρίασαν: ἐπὶ τῶν μεταγινωσκόντων ἐπί τινι. Οἱ γὰρ Πάριοι ὁμολογήσαντες παραδώσειν Ἀθηναίοις τὴν πόλιν, ὕστερον μετέγνωσαν. Ἁ φιλοχρηματία Σπάρταν ἕλοι, ἄλλο δὲ οὐδέν: ἐπὶ τῶν ἐξ ἅπαντος κερδαίνειν πειρωμένων. Ἔφησε γὰρ ὁ θεὸς Σπαρτιάταις, τότε ἀπολεσθῆναι, ὅταν ἀργύριον καὶ χρυσίον τιμήσωσιν. Ἀθηνᾷ τὸν αἴλουρον: ἐπὶ τῶν συγκρινόντων τὰ ἥττονα τοῖς κρείττοσιν. Ὡς εἴ τις διὰ γλαυκότητα τῇ Ἀθηνᾷ τὸν αἴλουρον συμβάλλοι. Ἀττικοὶ τὰ Ἐλευσίνια: ἐπὶ τῶν καθ’ ἑαυτοὺς συλλεγομένων καὶ πραττόντων τι ἀπόῤῥητον. Κρύφα γὰρ κἀκεῖνα ἐτέλουν. Αὐτῷ κανῷ: ἐπὶ τῶν ἄρδην τι λυμαινομένων. Τὰ γὰρ δεῖπνα ἐπὶ κανῶν κομιζόμενα ἥρπαζόν τινες αὐτῷ κανῷ. Ὅμοιον, Ἑστίᾳ θύειν: ἐπὶ τῶν κρύφα πραττόντων. Οἱ γὰρ Ἑστίᾳ θύοντες οὐδὲν ἐξέφερον τῆς θυσίας. Ἀφύα ἐς πῦρ: ἐπὶ τῶν τέλος ὀξὺ λαμβανόντων. Τάχιστα γὰρ ἡ ἀφύα ἕψεται. Ἀτρέως ὄμματα: ἐπὶ τῶν τὰ πάντα ὁρώντων καὶ [οὓς] οὐκ ἔστι λαθεῖν· οἱονεὶ ἄτρεπτα καὶ σκληρά. Εἴρηται δὲ ἐπεὶ οὐκ ἔλαθε Θυέστης μοιχεύων τὴν γυναῖκα αὐτοῦ, ἀλλὰ δειπνοῦντι τὰ τέκνα αὐτῷ εἰς βρῶσιν παρἔθηκεν. Ἅιδου πρωκτῷ περιπέσοις: δῆλον. Ἀετὸν κάνθαρος μαιεύεται: ἐπὶ τῶν κακῶς ὑπό τινων πασχόντων. Τὰ γὰρ ὠὰ τοῦ ἀετοῦ ἀφανίζει κυλίων ὁ κάνθαρος. Ἀγόμενος διὰ φρατόρων κύων: ἐπὶ τῶν ὅπου μὴ δεῖ εὑρισκομένων καὶ τιμωρουμένων. Ἐν γὰρ τοῖς φράτορσι κύων εὑρεθεὶς τιμωρεῖται. Ἁγνὴ γάμων: ἐπὶ τῶν σωφρόνων γυναικῶν. Εἰρωνικῶς δὲ καὶ ἐπὶ τῶν μὴ σωφρόνων. Ὅμοιον, Τὸ κανοῦν τῆς θεοῦ φέρει. Αἱ γὰρ ἁγναὶ ἔφερον. Ἀγρὸς ἡ πόλις: ἐπὶ τῶν παρανομούντων. Ἐπίχαρμος· Ἀγρὸν τὴν πόλιν ποιεῖς. Ἀηδόνες λέσχαις ἐγκαθήμεναι: ἐπὶ τῶν ἀδολεσχούντων. Ἀγορὰ λύκειος: ἐπὶ τῶν ταχέως πιπρασκομένων. Ἐκ μεταφορᾶς τοῦ ζώου· ἁρπακτικὸν γάρ. Ἀεὶ Λεοντῖνοι περὶ τοὺς κρατῆρας: ἐπὶ τῶν ἀεὶ τοῖς αὐτοῖς ἐγκειμένων. Οἱ γὰρ ἐν Σικελίᾳ Λεοντῖνοι περὶ τοὺς πότους ἐσχόλαζον. Φάλαρις δ’ αὐτοὺς καταπολεμήσας εἰς τοὺς κρατῆρας ἔῤῥιψεν· ἀφ’ οὗ ἡ παροιμία. Αἱ Οἰδίποδος ἀραί: ἐπὶ τῶν μεγάλως δυςτυχούντων. Αἱ λαχάνων προςθῆκαι: ἐπὶ τῶν μηδὲν ὠφελούντων. ὅμοιον τό· Δαιδάλου πτερά.