Ancient Greek · ~7 min
3.1 to 3.24
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 3.1-24
Not analysed yet
Ἀσεβέστερος Ἱππομένους: διὰ τὸ ἐπὶ θυγατρὶ μύσος. Καὶ γὰρ αὐτὴν μοιχευθεῖσαν ἵππῳ συγκατέκλεισεν εἰς θοίνην. Διὰ τοῦτο καὶ τὴν Κοδριδῶν ἀρχήν φασι καταλυθῆναι, ἐξ ὧν ἦν ἐκεῖνος. Ἀρχαιότερα τῆς διφθέρας λέγεις: ἐπὶ τῶν σαθρά τινα καὶ μωρὰ διηγουμένων. Ἡ γὰρ διφθέρα, ἐν ᾗ δοκεῖ ὁ Ζεὺς ἀπογράφεσθαι τὰ γινόμενα, παμπάλαιος. Ἀσκὸν δαίρεις: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. Ἀρχὴν μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον· Φύντα δ’· ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι: ἐπὶ τῶν δυςτυχῶς βιούντων. Ἀρχὴ πολέμων: ἐπὶ τῶν ἀδικεῖν ἐπχειρούντων. Ἀργούντων χορός: ἐπὶ τῶν ἄτοπά τινα δια πραττομένων. Ἀστραπὴ ἐκ πυελίου: ἐπὶ τῶν ἀδυνάτων καὶ εὐτελῶν, Ἡ γὰρ ἐξ ὑδάτων ἢ ἀγγείων ἀστραπὴ ἐν τοῖς τοίχοις γινομένῃ οὐδὲν δύναται. Ἀτενὲς ὁρᾷς: ἐπὶ τῶν φιληδούντων τισίν. Ὥςπερ, Αἲξ εἰς θάλασσαν. Ἀτρέμας βοῦς: ἐπὶ τῶν βραδέως συντελούντων. Ἀργους λόφος: ἐπὶ τῶν σφόδρα συμφοραῖς ἑνισχομένων. Φόνος γὰρ πολὺς ἐκεῖ συνέβη. Ἀττικὸς μάρτυς· ἐπὶ τοῦ πιστοτάτου καὶ ἀλη θεστάτου. Ἀττικὸς ὑπέχει τὴν χεῖρα ἀποθνήσκων: ἐπὶ τῶν φιλαργύρων. Φιλοκερδεῖς γὰρ οἱ Ἀθηναῖοι. Ἀτὰρ ἐκ καθαρῶν ἀχύρων τετρύγηκᾶς σῖ τον: ἐπὶ τῶν μηδενὸς ἀγαθοῦ μεταλαγχανόντων. Αὐλητοῦ βίον ζῇς: ἐπὶ τῶν ἐξ ἀλλοπρίων βιούντων. Αὐτόματα ὁ θεὸς ἀνίησι τὰ ἀγαθά: ἐπὶ τῶν ἀπραγμόνως εὐδαιμονούντων. Αὐτὸς αὑτὸν αὐλεῖ: ἐπὶ τῶν ἑαυτοὺς δεικνυόντων τοῖς πράγμασιν, ὁποῖοι εἰσίν. Αὑτὸν οὐ τρέφων, κύνας τρέφεις: ἐπὶ τῶν ἀπορούντων μὲν, ἑτέρους δὲ τρέφειν κατεπαγγελλομένων. Αὐτὸς γὰρ εὗρε τοῦ κακοῦ τὴν πιτύαν: οἱονεὶ τὴν πηγήν. Ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐπισπωμένων. Αὐτὸς ἔφα: ἐπὶ τῶν ἀναφερόντων ἃ λέγουσιν ἐπί τινας. Αὕτη τοι δίκη ἐστὶ θεῶν, οἳ Ὅλυμπον ἔχουσιν: ἐπὶ τῶν ἀμοιβῆς τυγχανόντων ὧν πράττουσιν. Αὐτὰ δι’ αὐτῶν: ἐπὶ τῶν ἀεὶ τὰ αὐτὰ λεγόντων. Αὐτῷ κρητῆρι †γίνῃ κακά: ἐπὶ τῶν οἷς καθ’ ἑτέρων βουλεύονται, τούτοις περιπιπτόντων. Ἄφθονοι Μουσῶν θύραι: ἐπὶ τῶν ἥκιστα φθονερῶς διακειμένων ἐν λόγοις. Ἀφ’ ὑψηλοῦ μου χαταγελᾷς: οἷον, πάνυ μου καταγελᾷς. Ἐπὶ τῶν ἀφ’ ὕψους διαλεγομένων.