Ancient Greek
2.96 to 2.100
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 2.96-100
Not analysed yet
Ἄρνα προβάλλει: ἐπὶ τῶν πολεμεῖν αἱρουμένων. Οἱ γὰρ πόλεμον αἴρειν βουλόμενοι κήρυκα ἔπεμπον ἄρνα ἐπιφερόμενον, ὃν ἠφίει ἔνδον ἐνδεικνύμενος, μηλόβοτον αὐτῶν τὴν οὐσίαν ἔσεσθαι καὶ τὴν πόλιν. Ἀρχὴ ἥμισυ παντός: ἐπὶ τῶν εἴς τι προκοπτόντων. Παρῆκται δὲ ἐκ τῆς Ἡσιόδου. Ἀρχύτου πλαταγή: ἐπὶ τῶν ἡσυχάζειν οὐ δυναμένων· ὁ γὰρ Ἀρχύτας τέκτων ὢν ἐπενόησε πλαταγὴν, ἣν ἐδίδοσαν τοῖς παιδίοις, ἵνα μηδὲν τῶν πατὰ οἰκίαν σκευῶν διασαλεύσωσιν. Ἀρχῶν ἄκουε καὶ δικαίως κἀδίκως: ἐκ τῶν τοῦ Σόλωνος ἐλεγείων παραινετική. Ἀσκῷ φλαυρίζεις: οἷον· κενῷ σώματι διαμάχῃ· ὡς, Τῷ ἀσκῷ μορμύττεις. Μορμολυκείοις ἐκφοβεῖς τὸν λέοντα.