Ancient Greek
Centuria 3
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 3.26
Not analysed yet
Ἄμυρις μαίνεται: ἐπὶ τῶν σωφρονούντων μὲν, δόξαν δέ τισι μανίας παρεχομένων. Ἄμυρις γάρ τις ἀκούσας χρησμοῦ λέγοντος, ὅτι ἕως τότε εὐδαίμονες ἔσονται Συβαρῖται, ἕως ἀνθρώπους θεῶν προτιμήσουσιν· εἶτα ἰδὼν μαστιγούμενον οἰκέτην ἐν ἱερῷ καὶ οὐδὲν τοῦ ἱεροῦ φροντίζοντα τὸν δεσπότην καὶ διὰ τοῦτο ἀποφυγόντα τὸν δοῦλον εἰς τὸ μνῆμα τὸ πατρῷον τοῦ μαστιγοῦντος καὶ τυχόντα φειδοῦς, συμβαλὼν τὸν χρησμὸν τέλος λαβεῖν, ἐξαργυρίσας τὴν οὐσίαν, ἀπεδήμησεν· ὃν ὁρῶντες ἔλεγον, Μαίνεται Ἄμυρις.