Ancient Greek · ~7 min
3.27 to 3.55
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 3.27-55
Not analysed yet
Ἄπαγε μόθων’ ἀπὸ κώπης: ἐπὶ τῶν δισχλούντων παρὰ καιρὸν τοῖς σπουδάζουσιν. Ὁ γὰρ. μόθων φορτικῆς ὀρχήσεως εἶδος. Ἅπαντα τοῖς καλοῖσιν ἀνβράσι πρέπει: δῆ λον τοῦτο. Ἀδελφὸς ἀνδρὶ παρείη: ὅτι προτιμητέον τοὺς οἰκείους. Ἅμαξα τὸν βοῦν ἕλκει: ἐπὶ τῶν, ἁντιστρόφως τι ποιούντων. Ἀναγυράσιος δαὶμων: ὠμότατος γάρ ὁ Ἀνα γυράσιος οὗτος. Ἀποτίσεις χοῖρε γίγαρτα: οἷον ὧν κατέρα γες, ἀποδώσεις. πλείονα. Ἀρότρῳ ἀκοντίζεις: ἐπὶ τῶν ἀπερισκέπτως τι ποιούντῶν, καὶ τὸ κατόπιν μὴ προορωμένων, ἀλλὰ καθ’ ὃ ἑαυτῶν ἐπιτελούντων. Αὖθις αὗ Πυθῶδε ὁδός: ἐπὶ τῶν τὰ αὐτὰ πολλάκις πραττόντων. Εἴρηται δὲ ἐπὶ τῶν ἐπιπύνθανο μένων. Αὕτη μὲν ἡ μήρινθος οὐδὲν ἔσπακεν: ἐπὶ τῶν μηδὲν ἑλκυσάντων· Εἴρηται δὲ ἐπὶ πώη ἁλιέων. Ἀφ’ ἱερᾶς: ἀπὸ τῶν πεττευόντων μέτῆκται· ἐν γὰρ τῇ πεττείᾳ ἔστι τις κύκλος καλούμενος ἱερὸς, ὃν κι νοῦσιν ὕστατον. Ἀφροδίσιος ὅρκος οὐκ ἐμποίνιμος: ἐπὶ τῶν ἐρωτικῶν. Αὐτὸν κέκρουκας τὸν βατῆρα τῆς θύρας: οἷον, ἐπ’ αὐτὰ ἀφῖξαι τὰ πράγματα. Ἄνθρωπος Εὔριπος: ἐπὶ τῶν, ῥᾷστα μεταβαλλομένων. Ἀρχαϊκὰ φρονεῖν: ἀντὶ τοῦ εὐηθικά. Ἁμαξιαῖα ῥήματα:· μεγάλα κομπάσματα. Ἀρκάδιον βλάστημα: ἐπὶ τῶν δειλῶν. Βάχχης τρόπον: ἐπὶ τῶν σιωπηλῶν. Παρόσον αἱ Βάκχαι σιγῶσι. Βάτραχος Σερίφιος: ἐπὶ τῶν ἀφώνων. Οἱ γὰρ ἐν Σερίφῳ βάτραχοι οὐ φθέγγονται. Βάκηλος εἶ: ἐπὶ τῶν ἐκλύτων μεμαρτύρηται. Βοιώτιον οὖς: ἐπὶ τῶν ἀναισθήτων. Βοιώτια αἰνίγματα: ἐπὶ τῶν ἀσυνέτων. Ἐκ μεταφορᾶς τῆς Σφιγγός. Βοῦς ἐπὶ γλώσσης: ἐπὶ τῶν μὴ δυναμένων παῤῥησιάζεσθαι. Διὰ τὸ τῶν Ἀθηναίων τὸ νόμισμα βοῦν ἔχειν· οἱ γὰρ δωροδοκούμενοι ἀφωνίᾳ κεκράτηνται. Βοῦς Κύπριος εἶ: ἤτοι κοπροφάγος. Τοιοῦτοι γὰρ οἱ ἐκεῖσε βόες. Βοῦς ἕβδομος: ἐπὶ τῶν ἀναισθήτων. Ἕβδομος δὲ, ὅτι ἓξ θύοντες, πρόβατον, ὗν, αἶγα, ὄρνιν, πετεινὸν, χῆνα, ἕβδομον τὸν βοῦν ἔθυον. Βάλλ’ ἐς ὕδωρ: ἐπὶ τῶν ὀλέθρου ἀξίων. Βῶλος ἄρουραν: ἐπὶ τῶν τοῖς σμικροῖς χαριζομένων τοὺς μεγάλους. Βοῦς ἐπὶ σωρῷ: ἐπὶ τῶν ἡδυπαθούντων. Βοῦς ὑπὸ ζυγόν: ἐπὶ τῶν μοχθούντων ἀεί. Βορβόρῳ ὕδωρ λαμπρὸν μιαίνων, οὔποθ’ εὑρήσεις ποτόν: ἐπὶ τῶν τὰ κάλλιστα μιγνύντων τοῖς χείροσιν.