Ancient Greek
3.56 to 3.77
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 3.56-77
Not analysed yet
Βάλλ’ εἰς ἔχοντα τὴν ἐπιστήμην: ἐπὶ τῶν λοιδορούντων τοὺς ὁμοτέχνους. Βατράχοις οἰνοχοεῖς: πρὸς τοὺς ταῦτα παρέχοντας, ὧν οὐ χρῄζουσιν οἱ λαμβάνοντες. Ὅμοιον· Γλαῦκας εἰς Ἀθήνας ἄγεις. Βατράχῳ ὕδωρ, καὶ, γαλῇ στέαρ: ἐπὶ τῶν ταῦτα διδόντων, οἷς οἱ λαμβάνοντες χαίρουσιν. Βοῦς ἄμητον ἐπιτηρῶν: ἐπὶ τῶν ἐπ’ ὠφελείᾳ καμνόντων. Βοῦς ὁ Μολοττῶν: ἐπὶ τῶν εἰς πολλὰ διαιρουμένων πράγματα. Οἱ γὰρ Μολοττοὶ τοὺς βόας ἐν ταῖς ἑορταῖς εἰς πολλὰ διέτεμνον. Βοῦς ἐπέβη: ἐπὶ τῶν ἐξαίφνης σιωπώντων. Τὸ γὰρ ἀργύριον βοῦν εἶχε τῶν Ἀθηναίων. Οἷον, οἱ δωροδο κούμενοι ἐσιώπων, Βὴξ ἀντὶ πορδῆς: ἐπὶ τῶν ἐν ἀπορίᾳ προποιουμένων ἕτερόν τι πράττειν. Οἱ γὰρ περδόμενοι διὰ τὸ λανθάνειν βήττειν προςποιοῦνται. Βάλλειν μήλοις: ἐπὶ τῶν τυχεῖν ὧν ἐρῶσι βουλομένων. Παρήχθη δὲ ἀπὸ τῶν πεμφθέντων ἐπ’ Ἀταλάντην μήλων. Προὔκειτο γὰρ τῷ νικῶντι δρόμῳ τὴν Ἀταλάντην ἔπαθλον ὁ ταύτης γάμος. Ὁ γοῦν Ἱππομένης εἰς ἅμιλλαν καταστὰς, βουλόμενος αὐτὴν νικῆσαι, χρυσᾶ μῆλα ἔῤῥιψεν· καὶ περὶ τὴν τούτων συλλογὴν ἐκείνης ἀσχολουμένης, οὗτος ταύτην ὑπερέβαλε. Βαλανεύς: ἐπὶ τῶν πολυπραγμόνων. Οὗτοι γὰρ σχολὴν ἄγοντες πολυπραγμονοῦσιν. Βαβαὶ Μύξος: ἐπὶ τῶν μεγαλαυχούντων. Οὗτος γὰρ ἱερεὺς τῆς Ἀρτέμιδος ὢν, μεγάλαυχος ἦν. Βουδόρῳ νόμῳ: ἐπὶ τῶν ἀξίων δέρεσθαι ὡς οἱ βόες. Βοῦς ἐν πόλει: ἐπὶ τῶν θαυμαζομένων. Βατταρίζειν: ἀντὶ τοῦ τραυλίζειν. Βίος μεμαγμένος: ἐπὶ τῶν ἐξ ἑτοίμου βιούντων· Βοῦς ἐν αὐλίῳ γέρων: ἐπὶ τῶν δι’ ἀσθένειαν ἡσυχαζόντων. Γαλῇ Ταρτησία: ὡς μεγάλων ἐκεῖ γινομένων. Γλαὺξ ἵπταται: ἡ πτῆσις τῆς γλαυκὸς νίκης σύμβολον τοῖς Ἀθηναίοις ἦν. Γυμνότερος λεβηρίδος: ἐπὶ τῶν πάνυ πτω χῶν. Ἀντὶ τοῦ, Γυμνότερος ὄφεως δέρματος. Γραῦς βακχεύει: ἐπὶ τῶν παρ’ ὥραν τὶ ποιούν των. Καὶ Ἀριστοφάνης, Γραῦς καπρῶσα καὶ βακχεύουσα. Γυμνῷ φυλακὴν ἐπιτάττεις: δῆλον. Γέλως συγκρούσιος: ἄκοσμος καὶ ἄτακτος. Παρόσον τινὲς γελῶντες τὰς χεῖρας συγκρούουσιν. Γεράνδρυον μεταφυτεύειν: ἐπὶ τῶν τοὺς παρηβηκότας εἰς μαθήματα ἀγόντων.