Ancient Greek · ~7 min
4.1 to 4.25
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 4.1-25
Not analysed yet
Γυνὴ στρατηγεῖ, καὶ, Γυνὴ στρατεύεται: ἐπὶ τῶν δειλῶν. Γυμνὸς ὡς ἐκ μήτρας: ἐπὶ τῶν ἀπόρων. Γυναικὸς φρένες: ἐπὶ τῶν ἀνοήτων. Γυναικὶ μὴ πίστευε, μηδ’ ἂν ἀποθάνῃ: ὅτι δεῖ γυναιξὶ μὴ πιστεύειν. Γυναικῶν ὄλεθροι: ἐπὶ τῶν οἰκτρῶς ἀναιρουμένων. Γενναῖος εἶ ἐκ βαλαντίου: ἐπὶ τῶν διὰ πλοῦτον εὐγενῶν εἶναι δοκούντων, Γέρων ἀλώπηξ οὐχ ἁλίσκεται: ἐπὶ τῶν διὰ πλῆθος χρόνου οὐχ ἁμαρτανόντων. Γλαύκου τέχνη: ἐπὶ τῶν μὴ ῥᾳδίως κατεργαζομένων. Ἀπὸ Γλαύκου Σαμίου, ὃς πρῶτον κόλλησιν ἐφεῦρε σιδήρου. Ἢ ἐπὶ τῶν τεχνικῶς κατεσκευασμένων. Γλῶσσα ποῖ πορεύῃ πόλιν ἀνορθώσασα; καὶ, πόλιν ἀναστρέψασα; ἐπὶ τῶν διὰ λόγου ὠφελούντων ἢ βλαπτόντων. Γραῦς ἀναθυᾷ: ἀντὶ τοῦ, καπρᾷ. Ἐπὶ τῶν παρ’ ἡλικίαν γυναικιζομένων. Ὡς καὶ τὸ, Γραῦς ἀναβακχεύει. Γέρων βοῦς ἀπένθητος δόμοισιν: ἐπὶ τῶν καθ’ ὥραν τελευτώντων. Δασύπους κρεῶν ἐπιθυμεῖ: ἐπὶ τῶν παρ’ ἄλλων ἐπιζητούντων ἃ παρ’ ἑαυτῶν ἔχουσι. Δακτύλου ἡμέρα: ἐπὶ τῶν εὐημερούντων. Δάκτυλος γάρ τις ἐγένετο ἀνὴρ Ἀθήνησι μεγίστων τιμῶν λαχών. Δαφνίνην φορῶ βακτηρίαν: ἐπὶ τῶν ὑπό τινων ἐπιβουλευομένων. Παρόσον ἀλεξιφάρμακον ἡ δάφνη. Δευτέρων ἀμεινόνων: ἐπὶ τῶν θυομένων ἐκ δευτέρου, ὅταν αὐτοῖς τὰ πρότερα ἱερὰ μὴ καυθῇ καὶ ἐπὶ δεύτερα τραπῶσιν. Δι’ ὀξείας δραμεῖν: ἐπὶ τῶν διακινδυνευόντων. Ὀξεῖαν γὰρ λέγουσι τὴν λόγχην. Δίκην ὑφέξει κἂν ὄνος δάκῃ κύνα: ἐπὶ τῶν ἐπὶ μικρῷ συκοφαντουμένων. Δὶς παῖδες οἱ γέροντες: ἐπὶ τῶν πρὸς τὸ γῆρας εὐηθεστέρων. Δὶς πρὸς τὸν αὐτὸν αἰσχρὸν προςκρούειν λίθον: φανερόν. Δὶς καὶ τρὶς τὸ καλόν: δῆλον τοῦτο. Δῶρα θεοὺς πείθει, καὶ αἰδοίους βασιλῆας: ἐπὶ τῶν διὰ δῶρα τὰς δίκας ἀντιστρεφόντων. Δίκης δικαιότερος: ἐπὶ τῶν σφόδρα δικαίων· καθ’ ὑπερβολήν. Δοῖδυξ αὔξει: ἐπὶ τῶν μὴ αὐξανομένων. Ὁ γὰρ δοῖδυξ μικρός ἐστι καὶ στρογγύλος. Διὸς ἐγκέφαλος: ἐπὶ τῶν δυςπαθούντων. Οἱ δὲ ὅτι τὰ πολυτελῇ βρώματα παρὰ Πέρσαις Διὸς ἐγκέφαλος λέγονται. Δαιδάλου πτερά: ἐπὶ τῶν δι’ ἀπορίαν χρωμένων προςθήκῃ παρελκούσῃ.