Ancient Greek · ~7 min
4.26 to 4.50
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 4.26-50
Not analysed yet
Δελφὸς ἀνὴρ στέφανον μὲν ἔχει, δίψει δ’ ἀπολωλώς: οὗτοι γὰρ διὰ τὸ ἱερῶσθαι ἐστεφανωμένοι μέν εἰσι, δίψει δ’ ἀπόλλυνται. Ἀντὶ τοῦ, τῶν δὲ ἀναγκαίων ἀποροῦσι. Δέχεται καὶ βῶλον Ἀλήτης: ἐπὶ τῶν πάντα δεχομένων. Ἀλήτην γάρ φασί τινα βουκόλῳ συναντήσαντα αἰτῆσαι τροφὴν, ἄραντα δ’ ἐκεῖνον βῶλον δοῦναι αὐτῷ ὡς τοῦ Διὸς ὄντα· τὸν δὲ τοῦτο εἰπεῖν. Δικαιότερος σταχάνης: ἐπὶ τῶν τὰ δίκαια ἀγαπώντων. Σταχάνην γὰρ οἱ Δωριεῖς τὴν τρυτάνην καλοῦσι παρὰ τὴν στάσιν. Δικτύῳ ἄνεμον θηρᾷς: ἐπὶ τῶν ἀνοήτως τι ποιούντων. Διὰ δακτυλίου δεῖ σε ἑλκυσθῆναι: ἐπὶ τῶν διὰ λύπην ἢ νόσον ἰσχνῶν γινομένων. Διὰ τοῦ τοίχου λαλεῖν: ἐπὶ τῶν ἀναισθήτων. Δίχολοι γνῶμαι: οἱονεὶ δίτροποι, Ἐπὶ τῶν διγνώμων. Δελφῖνα νήχεσθαι διδάσκεις: ἐπὶ τῶν ἄκρως εἴς τι πεπαιδευμένων καὶ προςποιουμένων παρά τινων μανθάνειν. Δέδοται καὶ κακοῖς ἄγρα: ἐπὶ τῶν παρ’ ἀξίαν εὗ πραττόντων. Δεινοὶ πλέκειν τοι μηχανὰς Αἰγύπτιοι: ἐπὶ τῶν σφόδρα κακούργων. Τοιοῦτοι γὰρ οἱ Αἰγύπτιοι. Διὸς ψῆφος: ἐπὶ τῶν ἱερῶν καὶ ἀθίκτων· ἢ ἐπὶ τῶν πιθανῶν. Δελφῖνα πρὸς τοὐραῖον δεῖς: ἐπὶ τῶν ἀδυνάτων. Εὐκίνητος γάρ. Διὰ παλαιᾶς ἡμέρας: ὥσπερ διὰ χρόνου. Δίζεσθαι βιοτὴν, ἀρετὴν δ’ ὅταν ᾖ βίος: Ἐνδυμίωνος ὕπνον καθεύδεις: ἐπὶ τῶν ὑπνωδῶν· ἔν τινι γὰρ πόλει ἠράσθη ὁ Ὕπνος παιδὸς Ἐνδυμίωνος. Ἐκ τριχὸς κρέμαται: ἐπὶ τῶν σφόδρα κινδυνευόντων. Ταὐτὸ δέ ἐστι τῷ, Ἐπὶ ξυροῦ βαίνειν. Ἐκ λύκου στόματος ἀφείλω: ἐπὶ τῶν ἀνελπίστως [τι] λαμβανόντων. Ἐλέφαντος διαφέρεις οὐδέν: ἐπὶ τῶν ἀναι σθήτων. Ἐν πίθῳ τὴν κεραμείαν μανθάνεις: ἐπὶ τῶν τὰς πρώτας μαθήσεις ὑπερβαινόντων, μανθανόντων δὲ τὰ μείζονα. Ἐλέφας μῦν οὐχ ἁλίσκει: ἐπὶ τῶν τὰ μικρὰ ἢ φαῦλα παρορώντων. Ἐλέφαντας ἐκ μυίας ποιεῖς: ἐπὶ τῶν τὰ μικρὰ ἐπαιρόντων τῷ λόγῳ. Ἐλεύθεραι αἶγες ἀρότρου: ἐπὶ τῶν βάρους ἀπηλλαγμένων. Ἔνεστι κἀν μύρμηκι χολή: μηδὲ τῶν μικρῶν καταφρονεῖν. Ὁμοία τῇ, Ἀγροίκου μὴ καταφρόνει ῥήτορυς. Ἐκ τοῦ γὰρ ἐςορᾶν γίνετ’ ἀνθρώποις ἐρᾶν: δῆλον. Ἐν σκότῳ ὀρχεῖσθαι: ἐπὶ τῶν ἀμάρτυρα μοχθούντων.