Ancient Greek · ~7 min
4.73 to 4.92
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 4.73-92
Not analysed yet
Ἔλθοι ξένος, ὅστις ὀνήσει: Θετταλῶν καταστρέψας πόλεις ὁ Φίλιππος καὶ τοὺς ξένους πωλήσας, εἴρηκε τοῦτο. Ἔφυγον κακὸν, εὗρον ἄμεινον: ἐπὶ τῶν μεταβολὴν κρείττονα οἰωνιζομένων· ἢ καὶ ἐπὶ τῶν παρελθόντων. Οἱ γὰρ παλαιοὶ εἰς ἀνάμνησιν τῆς πρώην ζωῆς ἐρχόμενοι ἔλεγον τοῦτο. Εἰ μὴ πατὴρ ἦσθα: λείπει τὸ εἶπον ἄν σ’ οὐκ εὖ φρονεῖν. Παρὰ Σοφοκλεῖ. Εὐρυβατεύεσθαι: ἐπὶ τῶν πονηρευομένων· εἷς γὰρ τῶν Κερκώπων Εὐρύβατος. Ἐμπεδοκλέους ἔχθρα: **Ὤμην δὲ, φησὶν [Λυσίας], ἐγὼ τοιαύτῃ φιλίᾳ συνηρμόσθαι σοι, ὥστε μηδ’ ἂν τὴν Ἐμπεδοκλέους ἔχθραν ἰσχῦσαι διαστῆσαι. Ἐφέσια γράμματα: ἐπῳδαί τινες ἦσαν, ἅςπερ οἱ φωνοῦντες ἐνίκων ἐν παντί. Ταὐτὸ τῇ, Δαφνίνην φορῶ βακτηρίαν. Εἰς τὸν λιμένα: ἀπὸ τῶν ἐν λιμένι ἐρεσσόντων, ἔξω δὲ ῥᾳθυμούντων. Ἐπιχώριοι οὖρον ἴσασι: τὸν ἐπιτήδειον ἄνεμον. Ὁμοία τῇ, Ἀπὸ χοέως σπάσον. Ἐν οἴνῳ ἀλήθεια: παρόσον οἱ οἴνῳ χρόμενοι τὰ ἀπὸ καρδίας λαλοῦσιν. Ἐχθρῶν ἄδωρα δῶρα κοὐκ ὀνήσιμα: δῆλον ἐπὶ τίνι. καὶ παρὰ Σοφοκλεῖ. Εἰς κόλπον οὐ πτύει: ἐπὶ τῶν μεγαλαύχων. Ἐν γῇ πένεσθαι μᾶλλον, ἢ πλουτοῦντα πλεῖν: Εὐγενέστερος Κόδρου: ἀπὸ γὰρ Δευκαλίωνος ἦν καὶ ὑπὲρ τῆς πατρίδος ἀπέθανεν. Ὁμοία τῇ, Ἄξιος τῆς ἐν Ἄργει ἀσπίδος. Ἐπ’ ὄνου πόκος: ἐπὶ τῶν εἰς ἀδύνατα ἀναβαλλομένων. Ἀπ’ ὄνου γὰρ οὐκ ἔστι πόκος. Ἐς Κυνόσαργες, Ἐς ἀνηλίου πύλας: ἐπὶ τῶν ὁμοίων καὶ αὖται. Ἐλευθεριώτερος Σπάρτης: διὰ τὸ ἀνυπότακτον καὶ γενναῖον φρόνημα. Διὸ οὐδὲ τειχισθῆναι λέγει τὴν Σπάρτην. Ἔνθ’ οὔτε μίμνειν ἄνεμος, οὔτ’ ἐκπλεῖν ἐᾷ: ἐπὶ τῶν δυςχρήστοις περιπεσόντων. Ἔῤῥει τὰ καλά: ἐπὶ τῶν κακόν τι βουλομένων δηλῶσαι συντόμως. Ἱπποκράτης γὰρ ἡττηθεὶς Μινδάρῳ ταύτην ἔπεμψεν τὴν ἐπιστολήν. Εὕρηκα ὃ οὐκ ἐζήτουν: ἐπὶ τῶν οἷς οὐκ ἤθελον περιπεσόντων. Ἐχῖνος τὸν τόκον ἀναβάλλει: ἐφ’ ὧν τὸ ἀναβάλλεσθαι πρὸς χεῖρόν ἐστι. Καὶ γὰρ οἱ χερσαῖοι ἐχῖνοι δοκοῦσι κεντούμενοι ἀνέχειν τὸν τόκον· εἶθ’ ὕστερον τραχυτέρων τῶν τέκνων γινομένων ὀδυνηρότερον ἀπαλλάσσονται. Ἐκ γεύματος γινώσκω: ἐπὶ τῶν ἐκ μικροῦ [πολλά] τινα καταλαμβανόντων, ὡς ἐπ’ οἴνου.