Ancient Greek
4.51 to 4.72
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 4.51-72
Not analysed yet
Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις: ἐπὶ τῶν μὴ καθ’ ὥραν τοῖς ἀναγκαίοις χρωμένων. Ἐν πυρὶ βέβηκας: ἢ ἐπὶ αἰσχίστου, ἢ ἐπὶ τάχους. Ἐν μέλιτι σαυτὸν καταπάττει: ἐπὶ τῶν ἡδυπαθεῖν διωκόντων. Ἐνδύετέ με τὴν λεοντῆν: ἐπὶ τῶν μεγάλοις ἐπιχειρούντων. Ἐν δὲ διχοστασίῃ καὶ Ἀνδροκλῆς πολεμαρχεῖ: ἐπὶ τῶν εὐτελῶν μὲν, διὰ δέ τινα ταραχὴν εὐδοκιμούντων. Ὅμοιον, Ἐν γὰρ ἀμηχάνοις καὶ Καρκίνος ἔμμορε τιμῆς. Αἰπόλει σοί φησιν ἡ παροιμία. Ἐν ἀμούσοις καὶ κόρυδος φθέγγεται: Ἐρετριέων ῥῶ: ἐπὶ τῶν κατακόρως τισὶ χρωμένων. Κατακόρως γὰρ οὗτοι χρῶνται τῷ ῥῶ. Ἐν Σάμῳ κομήτης: ἐπὶ τῶν οὐδὲν χάριεν λεγόντων. Οἱ γὰρ οἰκοῦντες ἐκεῖσε πρὸς χοροὺς ἐπιτήδειοι, οὐ πρὸς ἄλλο τι χρήσιμον. Ἐν τριόδῳ εἰμί: ἐπὶ τῶν ἀδήλων. Οὐκ εἰδὼς ὁποίᾳ ὁδῷ χρήσομαι. Ἐπακτὸς ὅρκος: ὃν ἕτερος ἐπάγει. Οἷον βίαιος, οὐκ αὐθαίρετος. Ἐπειοῦ δειλότερος: ἐπὶ τῶν δειλῶν. Τοιοῦτος γὰρ Ἐπειός τις ἐγένετο. Ἐπὶ τὰ Μανδραβόλου: ἐπὶ τῶν ἐπὶ τὸ χεῖρον προκοπτόντων. Ὁ γὰρ Μανδράβολος εὑρών ποτε θησαυρὸν πρόβατον χρυσοῦν ἀνέθηκε τοῖς θεοῖς, εἶτα ἐν τῷ δευτέρῳ ἀργυροῦν, εἶτα ἐν τῷ τρίτῳ χαλκοῦν. Ἑρμῆς ἀμύητος: ἐπὶ τῶν μᾶλλον ἔν τισιν ἐμπείρων· χλευαστικὴ δὲ ἡ παροιμία. Ὁμοία τῇ· Βάλλ’ ἐς ἔχοντα τὴν ἐπιστήμην. Εἰ καὶ λύκου ἐμνήσθης: ἐπὶ τῶν ὧν ἂν μνησθῶσιν ἐγγὺς παραγινομένων. Εὕδοντι κύρτος αἱρεῖ: ἐπὶ τῶν ἐργασαμένων εὐτυχῶς λέγεται. Συμβαίνει γὰρ κοιμωμένων τῶν ἁλιέων τὸν κύρτον αἱρεῖν ἰχθύας. Ἕλκων ἐφ’ αὑτὸν, ὥςτε Καικίας νέφος: ἐπὶ τῶν ἐπισπωμένων ἑαυτοῖς κακά. Ἐρήμη δίκη: ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος καταδικασθῇ. Ἑστίᾳ θύει: ἐπὶ τῶν πολλὰ ἑστιώντων. Παρόσον οἱ ταύτῃ θύοντες οὐδὲν τῆς θυσίας ἐξέφερον. Ὁμοία τῇ, Αὐτῷ κανῷ κατέφαγε πάντα. Ἑτερομόλιος δίκη: εἰς ἣν οἱ ἀντίδικοι οὐκ εἰςῆλθον. Ἔφεσις: ἡ ἀπὸ τοῦ δικαστηρίου εἰς ἕτερον δικαστήριον μετάβασις. Ἔξω βελῶν καθῆσθαι: παραινετικὴ ἡ παροιμία. Εὐμεταβολώτερος κοθόρνου: ἐπὶ τῶν πᾶσιν ἐφαρμοζόντων. Ἔστι δὲ εἶδος ὑποδήματος ἐφαρμόζον τοῖς δυσὶ ποσίν. Ὁμοία τῇ, Ποικιλώτερος Ὕδρας. Καὶ, Εὔριπος ἄνθρωπος. Καὶ, Γύγου δακτύλιος.