Ancient Greek · ~7 min
5.1 to 5.14
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 5.1-14
Not analysed yet
Ἢ δεῖ χελώνης κρέα φαγεῖν, ἢ μὴ φαγεῖν: τῆς χελώνης μὲν ὀλίγα κρέα βρωθέντα στρόφους ποιεῖ· πολλὰ δὲ, καθαίρει. Ἡρακλεία λίθος: ταύτην ἔνιοι μαγνῆτιν λέγουσιν. Ἔστι δὲ ἑτέρα παραπλησία ἀργύρῳ. Ἦσάν ποτ’ ἦσαν ἄλκιμοι Μιλήσιοι: ἐπὶ τῶν ποτὲ εὖ, εἶθ’ ἑτέρως γεγονότων. Ὁμοία, Ἄμμες ποτ’ ἦμες. Ἢ τρὶς ἓξ, ἢ τρεῖς κύβοι: ἐπὶ τῶν κινδυνευόντων. Τὸ μὲν, τρὶς ἓξ, τὴν παντελῆ νίκην δηλοῖ· τὸ δὲ, τρεῖς κύβοι, τὴν ἧτταν. Πάλαι γὰρ τρισὶν ἐχρῶντο πρὸς τὰς παιδιὰς κύβοις. Ἡ Φανίου θύρα: ἐπὶ τῶν ἀνοήτως φυλαττόντων. Οὗτος γὰρ ὁ Φάνιος τυφλὸς ἦν· ὑπανοίγοντος οὖν τοῦ παιδὸς τὴν θύραν, αὐτὸς οὐδὲν ἑώρα. Ἡ Περγαία Ἄρτεμις: ἐπὶ τῶν πλανητῶν καὶ ἀγυρτῶν. Παρόσον ἡ θεὸς ἀγείρειν καὶ πλανᾶσθαι λέγεται. Ἡράκλειος ψώρα: ἡ δυςίατος, ἡ καὶ τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. Τῷ γὰρ Ἡρακλεῖ πολλαχοῦ ἀνῆκε θερμὰ λουτρὰ ἡ Ἀθηνᾶ. Ἡρακλεία νόσος: ἡ ἱερά. Εἰς ταύτην γὰρ περιέπεσεν Ἡρακλῆς. Ἤτοι τέθνηκεν ἢ διδάσκει γράμματα: τῶν εἰς Σικελίαν στρατευσάντων οἱ μὲν ἐλήφθησαν αἰχμάλωτοι, οἱ δ’ ἀπώλοντο. Οἱ οὖν διαφυγόντες ἔλεγον τοῦτο. Ἢ κρίνον, ἢ κολοκύντην: τὸ τῆς κολοκύντης ἄνθος καλεῖται κρίνον. Ἔταττον· οὖν τὸ μὲν κρίνον ἐπὶ τοῦ τεθνηκότος, τὴν δὲ κολοκύντην ἐπὶ τοῦ ὑγιοῦς. Ἡ ἀπὸ Σκυθῶν ῥῆσις: ἐπὶ τῶν οἰμώζειν τινὰ λεγόντων. Τοῦτο γὰρ πρὸς Δαρεῖον τὸν Πέρσην ἀπεκρίναντο οἱ Σκύθαι. Ὁμοία τῇ, εἰ μὴ πατὴρ ἦσθα. Ἄιδεις ἔχων. Ἡλιθιώτερος τῆς Πραξίλλης: αὕτη γὰρ ἐρω τωμένη τί κάλλιστον, Ἥλιος, ἔφη, καὶ σῦκα. Ὁμοία τῇ, Ἀνοητότερος Ἰβύκου, καὶ Κοροίβου, καὶ Μελιτίδου. Ἢ χρὴ τραγῳδεῖν πάντας, ἢ μελαγχολᾶν: ἐπὶ τῶν μήτε λυπεῖσθαι μήτε χαίρειν δυναμένων. Ἡ Συλοσῶντος χλαμύς: ἐπὶ τῶν ἀλαζονευομένων ἐπὶ ἐσθῆτι. Οὗτος γὰρ εἶχε χλαμύδα, ἣν Δαρείῳ ἰδιωτεύοντι δωρησάμενος ἔτυχε τῆς εἰς Σάμον καθόδου.