Ancient Greek · ~8 min
5.15 to 5.36b
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 5.15-36b
Not analysed yet
Ἡ κέρκος τῇ ἀλώπεκι μαρτυρεῖ: ἐπὶ τῶν δεικνυόντων ἀπὸ μικρᾶς πράξεως τὸ ἦθος· ὁμοία, Ἐκ τοῦ κρασπέδου τὸ πᾶν ὕφασμα· Ἐκ γεύματος γινώσκεις· Τὸν Αἰθίοπα ἐκ τῆς ὄψεως· Ἐκ τῶν ὀνύχων τὸν λέοντα· Ἐκ τοῦ καρποῦ τὸ δένδρον. Ἥλιξ ἥλικα τέρπει: ὁμοία τῇ, Ὡς αἰεὶ τὸν ὅμοιον ἄγει· θεὸς ὡς τὸν ὅμοιον· Ἥλῳ τὸν ἦλον, καὶ, Πάτταλον ἐξέκρουσας παττάλῳ: ἀντὶ τοῦ, ἁμαρτήματι τὸ ἁμάρτημα θεραπεύεις. Ἢν μὴ καθαρῇς κἀλέσῃς, οὐ μὴ φάγῃς: ἐπὶ τῶν σὺν μόχθῳ τὴν ἀναγκαίαν ποριζομένων τροφήν. Εἶπε δὲ Δήμητρα πρὸς Τριπτόλεμον. Ἡμεῖς δέκα Ῥόδιοι, δέκα νῆες: ἐπὶ τῶν ἀλαζονευομένων. Θάμυρις μαίνεται: ἐπὶ τῶν κατὰ σύνεσιν πραττόντων τι, δοκούντων δὲ μαίνεσθαι. Προεγράφη ἡ ἱστορία εἰς τὸν Ἄμυριν. Θετταλικὰ πτερά: ἐπὶ τῶν παραχρῆμα ἐσθῆτας ἐνειμένων. Αἱ γὰρ Θετταλικαὶ ἐσθῆτες πτερωταὶ ἦσαν, Θεῶν ἀγορά: ἐπὶ τῶν χρησίμων καὶ δικαίων. Θυννίζειν: ἀντὶ τοῦ κεντᾶν. Τριαίναις γὰρ τοὺς θύννους κεντῶσιν. Ἐξ οὗ καὶ Λουκιανὸς, θυννῶδες τὸ ἐνθύμημα, ἀντὶ τοῦ, ἀπότομον καὶ σκληρόν. Θύραζε Κᾶρες, οὐκ ἔτ’ Ἀνθεστήρια: διὰ πλῆθος οἰκετῶν, **ὡς ἐν τοῖς Ἀνθεστηρίοις εὐωχουμένων καὶ αὐτῶν. Θεὸς ἡ Ἀναίδεια: ἐπὶ τῶν τῇ ἀναισχυντίᾳ ὠφελουμένων. Θρᾷκες ὅρκια οὐκ ἐπίστανται: ἐπὶ τῶν ἀνόμων. Ἰλιὰς κακῶν: ἐπὶ τῶν μεγάλων κακῶν, Ἵππῳ γηράσκοντι τὰ μείονα κύκλ’ ἐπίβαλλε: ἐπὶ τῶν διὰ γῆρας δεομένων ῥᾳστώνης. Ἱππέας εἰς πεδίον: φανερόν. Ἱερὰ ἄγκυρα: δήλη ἡ παροιμία. Ἵνα δέος, ἔνθα καὶ αἰδώς: Ἵππος με φέρει, βασιλεύς με τρέφει: Κοῤῥαῖόν φασιν ὑπὸ Φιλίππου στρατευόμενον ἱππέα, τῆς μητρὸς δεομένης αἰτήσασθαι ἄφεσιν τῆς στρατείας, εἰπεῖν τοῦτο, Ἱππόλυτον μιμήσομαι: ἐπὶ τῶν σωφρονεῖν βουλομένων. Ἰχθὺν νήχεσθαι διδάσκεις: ὁμοία τῇ, Δελφῖνι κολυμβᾶν συμβουλεύῃ. Καδμεία νίκη: ἐπὶ τῶν ἀλυσιτελῶς νικώντων, ὧν ἡ ἱστορία δήλη. Κύρνια γῆ: ἐπὶ τῶν χωρῶν τῶν λῃστὰς ἐχουσῶν. Τοιαύτη γὰρ ἡ Κύρνος πρώην. Κόρχορος ἐν λαχάνοις: ἐπὶ τῶν εὐτελῶν μὲν ὄντων, μεγάλοις δὲ παραβαλλόντων ἑαυτούς· εἶδος γάρ ἐστι βοτάνης ὁ κόρχορος εὐτελοῦς. Καλαμαράδικος γάδαρος: ἐπὶ τῶν μεγάλων· τοιοῦτοι γὰρ οἱ ἐκεῖ ὄνοι.