Ancient Greek · ~7 min
5.65 to 5.92
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 5.65-92
Not analysed yet
Κρωβύλου ζεῦγος: ἐπὶ τῶν ὑπερβαλλούσῃ πονηρίᾳ κεχρημένων. Ἀπὸ Κρωβύλου τινὸς πορνοβόσκου, δύο ἔχοντος ἑταίρας. Κυζικηνοὶ στατῆρες: ἐπὶ τῶν εὖ κεχαραγμένων στατήρων. Διαβόητοι γὰρ οὗτοι· ὁμοία τῇ· Λύκος περὶ φρέαρ χορεύει. Κύων παρ’ ἐντέροις: ἐπὶ τῶν μὴ δυναμένων ἀπολαύειν τῶν προκειμένων. Κύδος: λοιδορία· κυδάζειν τὸ λοιδορεῖν. Κύων ἐπὶ δεσμά: ἐπὶ τῶν ἑαυτοὺς εἰς δεσμὰ ἐμβαλλόντων. Κωδάλου χοῖνιξ: ἐπὶ τῶν μεγάλοις μέτροις κεχρημένων. Κῷος πρὸς Χῖον: ὅταν ἐλάττονα πρὸς μείζονά τις παραβάλλῃ. Καύνιος ἔρως: ἐπὶ τῶν μὴ κατορθουμένων· ἐπιθυμιῶν. Καύνου γὰρ ἐρασθεῖσα ἢ ἀδελφὴ καὶ μὴ τυχοῦσα τοῦ ἔρωτος, ἀνεῖλεν ἑαυτήν. Κύρβεις κακῶν: ἐπὶ πλήθους κακῶν. Κύρβις γὰρ ξύλα τινὰ πινακοειδῆ, ὅπου τοὺς νόμους ἔγραφον. Κατόπιν ἑορτῆς ἥκεις: ἐπὶ τῶν ἀπὸ καλοῦ πρά γματος ἀπολειπομένων. Κακὴ πρόδοσις: ἐπὶ τῶν μετὰ τὴν μίξιν τὸν συγκείμενον μισθὸν κομιζομένων. Κλαίει ὁ νικήσας, ὁ δὲ νικηθεὶς ἀπόλωλεν: Ἀθηναῖοι νικηθέντες ἀπώλοντο· Φίλιππος νικήσας ὑπὸ Παυσανίου ἀνῃρέθη. Κοινὰ τῶν φίλων: δήλη. Κλειτοριάζειν. ἐπὶ τῶν παιδεραστῶν τινές φασιν· ἢ ἐπὶ τῶν γυναιξὶν ἀκολάστων. Κακὰ μὲν θρίπες, κακὰ δ’ ἶπες: ἐπὶ τῶν ἑκατέρως βλαπτικῶν. Κολοφωνία ὕβρις: ἐπὶ τῶν πλουσίων καὶ ὑβριστῶν. Τοιοῦτοι γὰρ οἱ Κολοφώνιοι. Κύπριος βοῦς: ἐπὶ τῶν κοπροφάγων καὶ εἰκαίων. Κάμηλος καὶ ψωριῶσα πολλῶν ὄνων ἀνατίθεται φορτία: ἐπὶ τῶν ἐν γήρᾳ μὲν ὄντων ἢ δυτυ χίαις, πολλῶν δὲ ἀμεινόνων ὄντων. Κατὰ ῥοῦν φέρεται: ἐπὶ τῶν εὐπλοούντων. Καθ’ ὕδατος γράφειν: ἐπὶ τῶν ἀδυνάτοις ἐπιχειρούντων. Κἂν ἀπὸ νεκροῦ φέρῃ: ἐπὶ τῶν ἀπὸ πενήτων κερδαινόντων. Κύνα δέρειν δεδαρμένην: ἐπὶ τῶν μάτην τι ποιούντων. Καρικὴ Μοῦσα: ἐπὶ τῶν ἀλλογενῶν, ἤτοι Σκυθῶν καὶ γραμμάτων. ἄξια Κἂν αἲξ δάκῃ ἄνδρα πονηρόν: Κανθάρου σκιαί: ἐπὶ τῶν φοβουμένων τὰ μὴ φόβου. Κακὴ μὲν ὄψις, ἐν δὲ δειλαῖαι φρένες: Κατὰ βοὸς εὔχου: οἷον, μέγα εὔχου. Κνὶψ ἐκ χώρας: ἐπὶ τῶν ταχυπόδων. Ὁ γὰρ κνὶψ τὸ θηρίον τοιοῦτον. Κρὴς πρὸς Αἰγινήτην: ἐπὶ τῶν πανουργίᾳ χρωμένων πρὸς ἀλλήλους λέγεται.