Ancient Greek · ~7 min
5.37 to 5.64
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 5.37-64
Not analysed yet
Κύκνειον ᾆσμα: ἐπὶ τῶν ἐγγὺς θανάτου ὄντων, καὶ τὰ τελευταῖα φθεγγομένων. Οἱ κύκνοι γὰρ ἀποθνήσκοντες ᾄδουσι. Κοινὸς Ἑρμῆς: οἷον, κοινὸν τὸ εὕρημα. Κλεπτίστατος ὢν ὁ Ἑρμῆς, κατέδειξε κοινὰ εἶναι τὰ φώρια. Κακοῦ κόρακος κακὸν ὠὸν ἔφυ: ἐπὶ τῶν ἐκ κακῶν γονέων ὄντων. Κανθάρου σοφώτερος: ἐπὶ τῶν πονηρῶν. Κάνθαρος γάρ τις πονηρὸς ἐγένετο. Κινήσω τὸν ἀφ’ ἱερᾶς: ἐπὶ τῶν τὰ ἔσχατα κινδυνευόντων. Κέρδος αἰσχύνης ἄμεινον: ἐπὶ τῶν διά τι κέρδος αἰσχύνην προςποριζόντων ἑαυτοῖς καὶ μὴ ἐπιστρεφομένων ταύτης. Κωφότερος τοῦ Τορωναίων λιμένος: λιμήν τις ἦν στενὰς ἔχων τὰς εἰςβάσεις. Κασιωτικὸν ἅμμα: ἐπὶ τῶν σκολιῶν τοὺς τρόπους. Οὗτοι γὰρ ἅμματά τινα δύςλυτα ἐπιτεχνάζονται. Καθ’ ἑαυτοῦ Βελλεροφόντης: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. Ἡ δὲ ἱστορία δήλη. Κομπᾶς Μάξιμος: ἐπὶ τῶν ὑπὲρ τὸ δέον φρονεῖν νοούντων. Οὗτος γὰρ ὁ Μάξιμος ἀλαζὼν ἐγένετο. Οὐχ ἅμμα λύεις: ἐπὶ τῶν δυςλύτων. Ἀπὸ τῆς ἁμάξης ἡ ἱστορία. Καρικὸς τράγος: ἐπὶ τῶν εὐτελῶν. Κατ’ αἶγας ἀγρίας: ὁμοία τῇ, Ἐς κόρακας. Κερκυραία μάστιξ: ἐπὶ τῶν μεγάλων μαστίγων. Τοιαύτας γὰρ εἶχον. Κερκωπίζειν: δολιεύεσθαι. Ἐπὶ τῶν πανούργων. Ἀπό τινων ἀνδρῶν Κερκώπων λεγομένων, ὡς προείρηται. Κέσκων πόλις: ἐπὶ τῶν ἀνοήτων. Οἱ γὰρ ἐν ταύτῃ κατοικοῦντες τῇ πόλει τοιοῦτοι. Κεστρεὺς νηστεύει: ἐπὶ τῶν λαιμάργων, ὑποκρινομένων δὲ νηστεύειν· ἄπληστον γὰρ τὸ ζῶον. Κιλίκιοι τράγοι: οἱ δασεῖς. Ὅθεν καὶ τὰ ἐκ τριχῶν Κιλίκια λέγονται. Κινδυνώδης ἡ ἐν πρώρᾳ σελίς: οἱ γὰρ πολέμιοι πρῶτον τὴν πρώραν κατέχουσι. Κοροίβου ἠλιθιώτερος: οὗτος γὰρ τὰ κύματα τῆς θαλάσσης ἠρίθμει. Κορυδέως εἰδεχθέστερος: ἐπὶ τῶν δυςμόρφων, Οὗτος γὰρ ἐπὶ ἀμορφίᾳ διεβάλλετο. Κρητίζειν; ἐπὶ τοῦ ψεύδεσθαι. Ἀπατηλοὶ γὰρ οἱ Κρῆτες. Κορώνη τὸν σκορπίον: ἐπὶ τῶν βλαβεροῖς ἐπιχειρούντων. Κουρήτων στόμα: ἐπὶ τῶν μαντεύεσθαι ὑπισχνουμένων. Τοιοῦτοι γὰρ οὗτοι. Κριὸς ἀσελγόκερως: ἐπὶ τῶν μεγάλων καὶ ἀσελγῶν. Κριὸς τὰ τροφεῖα: ἐπὶ τῶν ἀχαρίστων· ἡ δὲ ἱστορία δήλη. Κρονικαὶ λῆμαι: ὁμοία τῇ, Χύτραις λημᾷς καὶ κολοκύνταις. Κρόνου πυγή: τὸ ἀρχαῖον καὶ ἀναίσθητον κρέας.