Ancient Greek · ~8 min
6.1 to 6.22
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 6.1-22
Not analysed yet
Λαγὼς καθεύδων: ἐπὶ τῶν προςποιουμένων καθεύδειν, ἢ ἐπὶ τῶν προρποιουμένων τι δρᾶν καὶ οὐκ ἐξ ἀληθείας πραττόντων. Λήμνιον κακόν: ἀπὸ τῶν ἐν Λήμνῳ κακῶν γυναικῶν ἡ παραβολή. Λυδὸς καπηλεύει: λέγεται Κῦρον περιγενόμενον τῶν Λυδῶν προςτάξαι αὐτοῖς καπηλεύειν. Λύκου πτερά: ἐπὶ τῶν ἀδυνάτων. Πῶς γὰρ ἂν πτηνός τις γένοιτο λύκος; Λαγὼς περὶ κρεῶν: ἐπὶ τῶν διακινδυνευόντων καὶ περὶ ψυχῆς ἀγωνιζομένων. Καὶ γὰρ κἀκεῖνος περὶ τῶν ἑαυτοῦ κρεῶν τρέχει. Λούσαιο τὸν Πελίαν: ἀπὸ τῶν τῷ Πελίᾳ συμβάντων παρήχθη. Λέρνη κακῶν: Ὡς, Ἰλιὰς κακῶν. Διὰ τὸ τοὺς Ἀργείους ἐκεῖσε ἐν τῇ Λέρνῃ τὰ καθάρματα βάλλειν. Λευκὴ στάθμη: ἐπὶ τῶν μηδὲν συνιέντων· καὶ ἐπὶ τῶν ἄδηλα ἀδήλοις σημειουμένων. Λευκὴ ψῆφος: ἐπὶ τῶν εὐδαιμόνως βιούντων Λημνίᾳ χειρί: ὠμῇ καὶ παρανόμῳ. Ἀπὸ τῶν συμβάντων. Λιβυκὸν θηρίον: ἐπὶ τῶν ποικίλων καὶ πο λυειδῶν τοῖς τρόποις. Πολυθήρου γὰρ οὔσης τῆς Λιβύης καὶ πολλῶν ζώων συνιόντων καὶ ἀλλήλοις ἐπιβαινόντων, ἐξηλλαγμένα ἀποτελεῖ καὶ σύμμικτα ζῶα. Λευκὴν μᾶζαν φυρῶ σοι: ἐπὶ τῶν μεγάλως ὑπισχνουμένων. Λιμοῦ πεδίον: ἐπὶ τῶν ὑπὸ λιμοῦ πιεζομένων πόλεων. Λιμοῦ γάρ ποτε ὄντος, ἔχρησεν ὁ θεὸς Ἀθηναίοις ἀνεῖναι τῷ λιμῷ πεδίον, εἰ μέλλοιεν ἀπαλλαγῆναι τοῦ λιμοῦ· διὸ καὶ ἐποίησαν. Λιμῷ Μηλίῳ: ἐπὶ τῶν σφόδρα λιμωττόντων. Τοὺς γὰρ Μηλίους Ἀθηναῖοι ἰσχυρῶς ἐκάκωσαν. Λίνδιοι τὴν θυσίαν: ἐπὶ τῶν σκωπτόντων καὶ δυςφήμως ἱερουργούντων. Ἡρακλῆς γὰρ ἥρπασε τὸν βοῦν τινὸς τῶν Λινδίων καὶ ἐθοινήσατο· ὁ δ’ ἐλοιδορεῖτο αὐτῷ. Λίνῳ λίνον συνάπτεις: ἐπὶ τῶν τὰ ἀσθενῆ ἀσθενέσι συναπτόντων. Λοκρῶν σύνθημα: ἐπὶ τῶν παρακρουομένων. Λοκροὶ γὰρ τὰς συνθήκας παρέβησαν. Λυδὸς ἐν μεσημβρίᾳ: ἐπὶ τῶν ἀκολάστων. Τοιαύτῃ γὰρ ὥρᾳ οἱ αἰπόλοι ἀκολασταίνουσιν ἐκεῖσε. Λύκος ἀετὸν φεύγει: ἐπὶ τῶν ἀφύκτων. Λύκος ἔχανεν: ἐπὶ τῶν τῆς ἐλπίδος ἀποτυγχανόντων. Οἱ γὰρ λύκοι ἀθηρίᾳ περιπεσόντες, χαίνουσι διερχόμενοι. Λύκος περὶ φρέσρ χορεύει: ἐπὶ τῶν πονοῦν των περί τι μάτην. Ὁ γὰρ λύκος ἄπρακτος περίεισιν, ὅταν διψήσῃ. Ὁμοία τῇ, Κύων παρ’ ἐντέροις. Λευκώλενον λίνον κερδογαμεῖς: ἐπὶ τῶν αἰσχρὰς ἐπὶ κέρδει γαμούντων.