Ancient Greek · ~7 min
6.23 to 6.46
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 6.23-46
Not analysed yet
Λοκρικὸς βοῦς: ἐπὶ τῶν εὐτελῶν. Λοκροὶ γὰρ ἀποροῦντες βοῶν πρὸς θυσίας, ξύλα σχηματίσαντες εἰς βοῦν, οὕτω τὸ θεῖον ἱλάσκονται. Λυδοὶ πονηροὶ, δεύτεροι δ’ Αἰγύπτιοι, τρίτοι δὲ πάντων Κᾶρες ἐξωλέστατοι: Λέοντα ξυρᾷς: ἐπὶ τῶν καθ’ ἑαυτῶν τι ποιούντων. Λύκος πρὸ βοῆς σπεύδει: ἐπὶ τῶν ὑπερσπευδόντων. Καὶ γὰρ τὸ θηρίον ἁρπάξαν φεύγει. Λύχνον ἐν μεσημβρίᾳ ἅπτειν: ἐπὶ τῶν παρὰ καιρόν τι ποιούντων. Ὅμοιον τῇ, Ἐν θέρει τὴν χλαῖναν κατατρίβεις. Παρὰ Λύδιον ἅρμα: ἐπὶ τῶν πολὺ ἀπολειπομένων ἐν ἀγῶνι τινί. Λυδίῳ νόμῳ: μαντικῷ· μάντεις γὰρ οἱ Λυδοί. Λακωνικὰς Σελήνας: ἐπὶ τῶν ἀμφιβόλως συνθήκας ποιουμένων. Οὗτοι γὰρ βοήθειαν αἰτούμενοι ἀνεβάλλοντο, τὴν σελήνην προφασιζόμενοι. Ἀκεσσαίου σελήνη, τὸ ἐναντίον. Λιπαρώτερος λύχνου, καὶ Λιπαρώτερος ληκυθίου: ἐπὶ τῶν ὑπερβολικῶν. Ὁμοία τῇ, Ἀκόνην σιτίζεις. Λύω λέσχας: Πλάτων φησὶ λέγων ὁπόταν ἐπὶ τὰ ἔργα ἐξήρχοντο. Μασχάλην αἴρειν: ἀντὶ τοῦ κωθωνίζεσθαι καὶ πίνειν. Μεγαρέων δάκρνα: ἐπὶ τῶν πρὸς βίαν δακρυόντων. Τοῦ βασιλέως αὐτῶν ἀποθανόντος ἠναγκάσθησαν, πάντες ὑπὸ τῆς αὐτοῦ γυναικὸς δακρῦσαι. Ὁμοία τῇ, Πρὸς σῆμα μητρυιᾶς θρηνεῖν. Μεγαρικαὶ σφίγγες: πόρνας τινὰς οὕτως ἐκάλουν. Μετὰ Λέσβιον ᾠδόν: ἐπὶ τῶν τὰ δεύτερα φε ρομένων. Μηδικὴ τράπεζα: ἐπὶ τῶν πολυτελῶν καὶ ἁβρῶν. Μὴ μελαμπύγου τύχῃς: μή τινος ἀνδρείου καὶ ἰσχυροῦ. Μία λόχμη οἰ τρέφει δύο: ἐπὶ τῶν ἐκ μικροῦ πολλὰ κερδαίνειν βουλομένων. Μύλλος πάντα ἀκούει: ἐπὶ τῶν κωφότητα προςποιουμένων, καὶ πάντα ἀκουόντων. Μύλλος γὰρ κωμῳδιῶν ποιητὴς, ὃς μὴ ἀκούειν ὑπεκρίνετο. Μῦς ἄρτι πίττης γεύεται: ἐπὶ τῶν νεωστὶ πασχόντων κακῶς. Μυσῶν λείαν: ἐπὶ τῶν κακῶς διαρπαζομένων. Οἱ γὰρ **κατ’ ἐκεῖνον τὸν χρόνον τοὺς Μυσοὺς ἐληΐζοντο. Μέτρῳ ὕδωρ πίνοντες, ἀμετρὶ δὲ μᾶζαν ἔδοντες. Μέγα φρονεῖ ἢ Πηλεὺς ἐπὶ τῇ μαχαίρᾳ: σωφροσύνης γὰρ δῶρον αὐτῷ ἐδόθη. Μῦς λευκός: ἐπὶ τῶν ἀσελγῶν καὶ ἀκρατῶν· τοιοῦτοι γὰρ οἱ κατοικίδιοι μύες. Μὴ παιδὶ μάχαιραν: μὴ τοῖς ἀπείροις ἐγχειρεῖν μεγάλα πράγματα, μή πως καθ’ ἑαυτῶν χρήσωνται.