Ancient Greek · ~7 min
6.73 to 6.98
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 6.73-98
Not analysed yet
Μίδας ὄνου ὦτα: ὅτι ὠτακουστὰς εἶχεν. Οἱ δὲ χωρίον αὐτοῦ φασιν οὕτω καλεῖσθαι, ὑπ’ αὐτοῦ ληφθὲν, ἀνάλωτον. Μωμήσεταί τις μᾶλλον, ἢ μιμήσεται: ὅτι ῥᾳότερον τὸ ψέγειν. Νῷ πείθου: Ὁμοία τῇ, Πείθου θεῷ. Νηφάλια ξύλα: τὰ μὴ ἀμπέλινα, μηδὲ σύκινα, μηδὲ μύρσινα· ἐκεῖνα γὰρ οἰνόσπονδα λέγονται. Νόμος καὶ χώρα: δῆλον. Ναῦς παλαιὰ πόντῳ οὐχὶ πλωσίμη: ἐπὶ τῶν μηδὲν συντελούντων. Ναῦς ἱκετεύει πέτρας: ἐπὶ τῶν ἀδυςωπήτων. Ὡς τὸ, Ἀνδριάντι πρεσβεύσομεν. Νέμεσις δὲ παρὰ πόδας βαίνει: μέτεισι γὰρ ταχέως. Νεβρῷ ἱππεύεις: ἐπὶ τῶν βραδέως γινομένων. Νεκρῷ λέγων μύθους εἰς οὖς: ἐπὶ τοῦ μὴ ἐπαΐοντος. Νεφέλας ξαίνειν: ἐπὶ ματαίου ἢ ἀδυνάτου. Νοῦς οὐ παρὰ Κενταύροις: ἐπὶ τῶν ἐπιλησμόνων καὶ πλεονεκτῶν. Παρόσον ὑπὸ πλεονεξίας ἀπάλοντο. Νοῦν τὸν ξένον: ἐπὶ τῶν ὑφορωμένων τινά. Νῦν εἰς χώραν ἦλθες: ἐπὶ τῶν· ὅπου ἀπηρνοῦντο μὴ ἐλθεῖν ἐλθόντων. Νῦν ὀσπρίων ἄμητος: ἐπὶ τῶν καθ’ ὥραν πραττόντων πάντα. Νῦν θεοὶ μάκαρες: ἐπὶ τῶν ἀξίως τιμωρουμένων ἐφ’ οἷς ἔπραξαν. Νὺξ ὑγρά: ἐπὶ τῶν συμβαινόντων χαλεπῶν. Νύ κτα δασεῖαν, τὴν χειμερινήν φασι. Νῦν γένοιτο σωθῆναι: ἀετὸς χελώνην ἁρπάσας ἠβούλετο ἀφ’ ὕψους καταβαλεῖν, ἡ δὲ, Νῦν γένοιτο, φησὶ, σωθῆναι· τοῦ δὲ λοιποῦ αὐτῇ μελήσει. Ξυρὸς εἰς ἀκόνην: πρὸς τοὺς ὧν βούλονται τυγχάνοντας. Ὁμοία τῇ, Ὄνος εἰς ἄχυρα. Ξύλον ἀγκύλον οὐδέποτ’ ὀρθόν: ὅτι δυςχερὲς ἐκ φαύλων ἀγαθοὺς ἀπεργάσασθαι. Ξυγγνώμη πρωτοπείρῳ: ἐπὶ τῶν ἐν πρώτοις διαμαρτανόντων. Οὐδὲν ἦν τἄλλα πάντα πλὴν χρυσός: Ὀστράκων περιστροφή: ἐπὶ τῶν ἐκ κρειττόνων εἰς τὸ ἐναντίον μεταπιπτόντων, ἐκ μεταφορᾶς τῶν κυβευόντων. Ὀστρακίνοις γὰρ τὸ πάλαι χρώμενοι βώλοις, τῇ μεταβολῇ τούτων πολλάκις ἡττῶντο ἢ ἐνίκων. Ὀλέθρου πείρατ’ ἐφῆπται: ἐπιδέδεται καὶ ηὐτρέπισται τὸ τοῦ ὀλέθρου ἡμῶν πέρας. Ὄμπνιος χείρ: ἡ πλουσία. Ὄμπνιον νέφος, μέγα, πολὺ, ηὐξημένον. Ὄνος ἄγει μυστήρια: ἐν τοῖς μυστηρίοις ἐξ ἄστεος ἐκόμιζον μετὰ τῶν ὄνων τὰς χρείας. Διὸ καὶ ἐκακοπάθουν οἱ ὄνοι. Ἐπὶ τῶν οὖν ἀναξίως τι βασταζόντων λαμβάνεται. Ὁμοία, Γαλῇ κροκωτόν· καὶ, Πίθηκος ἐν πορφύρᾳ.