Ancient Greek · ~7 min
6.47 to 6.72
Diogenianus of Heraclea, Παροιμίαι δημώδεις ἐκ τῆς Διογενιανοῦ συναγωγῆς (e cod. Mazarinco) 6.47-72
Not analysed yet
Μανίαι οὐ πᾶσιν ὅμοιαι: τῶν μανιῶν αἱ μέν εἰσιν ἄτοποι, αἱ δ’ ἀρετῆς καὶ εὐχῆς ἄξιαι, ὡς αἱ τῶν χρησμολόγων. Μέγα στόμα τὸ ἐνιαυτοῦ: τουτέστι πολλὴ παῤῥησία εὐθηνίας γενομένης. Μυσὶ κανθαρίς: ἐπὶ τῶν μηδενὸς ἀξίων. Μετὰ Μουσῶν κόρυδος: ἐπὶ τῶν ἀπαιδεύτων πεπαιδευμένοις συνόντων. Ὁμοία, Καρικὴ Μοῦσα. Καὶ, Κόρχορος ἐν λαχάνοις. Μέλιτος μυελός: ἐπὶ τοῦ ἄγαν ἡδέος. Μείζονα βοᾷ δάφνης χλωρᾶς καιομένης: ἐπὶ τῶν μεγάλα βοώντων. Μὴ εἰκῇ τὴν Ἄβυδον: λείπει, παραπλεῖν. Ἐπὶ τῶν παρακινδυνευόντων. Μὴ κινεῖν κακὸν εὖ κείμενον: ἐπὶ τῶν ἑαυτοῖς κακὰ ἐγειρόντων. Μηδὲν κατὰ βοὸς εὔξῃ: μὴ πάντα ἐπιτρέπειν ταῖς εὐχαῖς. Μήτε νεῖν, μήτε γράμματα: ἐπὶ τῶν ἀμαθῶν. Ταῦτα γὰρ ἐκπαιδόθεν ἐν ταῖς Ἀθήναις ἐμάνθανον. Μηδέποτε μηδεὶς Μεγαρέων γένοιτο σοφώτερος: ἐπὶ τοῦ ἀναισθήτου. Χαριεντιζόμενοι δὲ τοῦτο ἔλεγον. Μηδὲ μέλι, μηδὲ μελίσσας: ἐπὶ τῶν μὴ βουλομένων παθεῖν τι ἀγαθὸν μετὰ ἀπευκτοῦ. Μὴ πρὸς λέοντα δορκὰς ἅψωμαι μάχης: ἐπὶ τῶν τὴν ἰσχὺν ἀνίσων. Μὴ λόγους ἀντ’ ἀλφίτων: ἐπὶ τῶν τινὸς ἀξιούντων τυχεῖν. Μηδέποτε [εὖ] ἕρδειν γέροντα, μηδὲ γυναῖκα, μηδὲ παῖδα βάσκανον, μηδὲ κύνα τινὸς, μηδὲ λάλον κωπηλάτην: παραινεῖ μὴ εἰς ἄχρηστα ἀναλίσκειν. Μικρὸν κακὸν, μέγα ἀγαθόν: πολλάκις μικρὸς πόνος καὶ κακόν τι δοκοῦν μεγάλων γίνεται πρόξενον καλῶν. Μήλῳ βάλλειν: ἐπὶ τῶν εἰς ἔρωτα ἐπαγομένων τινάς. Μικρὸς ἀεὶ ὁ σὸς πῶλος: ἐπὶ τῶν διὰ βραχύτητα ἡλικίας νεάζειν λεγόντων. Μία μάστιξ ἐλαύνει: ἐπὶ τοῦ ῥᾳδίου. Μυὸς ὄλεθρος: διὰ τὸ ἀποῤῥεόντων τῶν μυῶν τῶν μελῶν θνήσκειν αὐτούς. Εἴρηται δὲ ἐπὶ τῶν ἀπράκτως ἀποθανόντων. Μηδὲ κάρφος κινεῖν: ἐπὶ τῶν ἡσύχων. Μὴ τὴν τέφραν φεύγων εἰς τὴν ἀνθρακιὰν ἐμπέσῃς: Μήτ’ ἄκανθα ἀμύξῃ: λείπει, τοὺς ἀγαθούς. Μὴ πρὸς ἐμὲ τὰ ποικίλα: τουτέστι, μὴ τὰς τέχνας κατὰ τῶν φίλων. Μὴ μέγα λέγε: μὴ μεγαλοῤῥημόνει. Μὴ πῦρ ἐπὶ πῦρ: ἀνθρακεὺς ἐμπιπράμενος ἐν τῇ καμίνῳ τοῦτο λέγει. Ἐπὶ δὲ τῶν κακοῖς συνεχέστερον περιπιπτόντων. Μὴ μάχαιραν αἶρε θῆλυ: ἐπὶ τῶν ἀδυνάτων βοηθεῖν.